逐节对照
- unfoldingWord® Greek New Testament - καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ, λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ, Διδάσκαλε, ἴδε, ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί!
- 新标点和合本 - 耶稣从殿里出来的时候,有一个门徒对他说:“夫子,请看,这是何等的石头!何等的殿宇!”
- 和合本2010(上帝版-简体) - 耶稣从圣殿里出来的时候,有一个门徒对他说:“老师,请看,这是多么了不起的石头!多么了不起的建筑!”
- 和合本2010(神版-简体) - 耶稣从圣殿里出来的时候,有一个门徒对他说:“老师,请看,这是多么了不起的石头!多么了不起的建筑!”
- 当代译本 - 耶稣走出圣殿的时候,有一个门徒对祂说:“老师,你看!这是多么大的石头,多么宏伟的建筑啊!”
- 圣经新译本 - 耶稣从殿里出来的时候,有一个门徒对他说:“老师,请看,这是多么美好的石头!多么美好的建筑!”
- 中文标准译本 - 耶稣走出圣殿的时候,他的一个门徒对他说:“老师,你看!多好的石头,多好的建筑啊!”
- 现代标点和合本 - 耶稣从殿里出来的时候,有一个门徒对他说:“夫子,请看,这是何等的石头,何等的殿宇!”
- 和合本(拼音版) - 耶稣从殿里出来的时候,有一个门徒对他说:“夫子,请看,这是何等的石头,何等的殿宇!”
- New International Version - As Jesus was leaving the temple, one of his disciples said to him, “Look, Teacher! What massive stones! What magnificent buildings!”
- New International Reader's Version - Jesus was leaving the temple. One of his disciples said to him, “Look, Teacher! What huge stones! What wonderful buildings!”
- English Standard Version - And as he came out of the temple, one of his disciples said to him, “Look, Teacher, what wonderful stones and what wonderful buildings!”
- New Living Translation - As Jesus was leaving the Temple that day, one of his disciples said, “Teacher, look at these magnificent buildings! Look at the impressive stones in the walls.”
- The Message - As he walked away from the Temple, one of his disciples said, “Teacher, look at that stonework! Those buildings!”
- Christian Standard Bible - As he was going out of the temple, one of his disciples said to him, “Teacher, look! What massive stones! What impressive buildings!”
- New American Standard Bible - As He was going out of the temple, one of His disciples *said to Him, “Teacher, look! What wonderful stones and what wonderful buildings!”
- New King James Version - Then as He went out of the temple, one of His disciples said to Him, “Teacher, see what manner of stones and what buildings are here!”
- Amplified Bible - As He was coming out of the temple [grounds], one of His disciples said to Him, “Teacher, look what wonderful stones and what wonderful buildings!”
- American Standard Version - And as he went forth out of the temple, one of his disciples saith unto him, Teacher, behold, what manner of stones and what manner of buildings!
- King James Version - And as he went out of the temple, one of his disciples saith unto him, Master, see what manner of stones and what buildings are here!
- New English Translation - Now as Jesus was going out of the temple courts, one of his disciples said to him, “Teacher, look at these tremendous stones and buildings!”
- World English Bible - As he went out of the temple, one of his disciples said to him, “Teacher, see what kind of stones and what kind of buildings!”
- 新標點和合本 - 耶穌從殿裏出來的時候,有一個門徒對他說:「夫子,請看,這是何等的石頭!何等的殿宇!」
- 和合本2010(上帝版-繁體) - 耶穌從聖殿裏出來的時候,有一個門徒對他說:「老師,請看,這是多麼了不起的石頭!多麼了不起的建築!」
- 和合本2010(神版-繁體) - 耶穌從聖殿裏出來的時候,有一個門徒對他說:「老師,請看,這是多麼了不起的石頭!多麼了不起的建築!」
- 當代譯本 - 耶穌走出聖殿的時候,有一個門徒對祂說:「老師,你看!這是多麼大的石頭,多麼宏偉的建築啊!」
- 聖經新譯本 - 耶穌從殿裡出來的時候,有一個門徒對他說:“老師,請看,這是多麼美好的石頭!多麼美好的建築!”
- 呂振中譯本 - 耶穌從殿裏出來的時候,他的門徒有一個對他說:『老師請看,何等的石頭,何等的建築啊!』
- 中文標準譯本 - 耶穌走出聖殿的時候,他的一個門徒對他說:「老師,你看!多好的石頭,多好的建築啊!」
- 現代標點和合本 - 耶穌從殿裡出來的時候,有一個門徒對他說:「夫子,請看,這是何等的石頭,何等的殿宇!」
- 文理和合譯本 - 耶穌出殿、其徒之一曰、夫子、試觀斯石若何、殿宇若何、
- 文理委辦譯本 - 耶穌出殿、有一門徒曰、先生、請觀斯宇斯石、一至於此乎、
- 施約瑟淺文理新舊約聖經 - 耶穌出聖殿、有一門徒謂之曰、請觀此石若何、此殿宇又若何、
- 吳經熊文理聖詠與新經全集 - 耶穌出殿、有門徒曰:『夫子、請觀斯宇斯石、不亦美乎!』
- Nueva Versión Internacional - Cuando salía Jesús del templo, le dijo uno de sus discípulos: —¡Mira, Maestro! ¡Qué piedras! ¡Qué edificios!
- 현대인의 성경 - 예수님이 성전에서 나가실 때 한 제자가 “선생님, 이것 좀 보십시오. 굉장한 돌이지요! 얼마나 훌륭한 건물입니까!” 하였다.
- Новый Русский Перевод - Когда Иисус выходил из храма, один из учеников сказал Ему: – Учитель! Посмотри, какие камни! Какие здания!
- Восточный перевод - Когда Иса выходил из ворот храма, один из учеников сказал Ему: – Учитель! Посмотри, какие камни! Какие здания!
- Восточный перевод, версия с «Аллахом» - Когда Иса выходил из ворот храма, один из учеников сказал Ему: – Учитель! Посмотри, какие камни! Какие здания!
- Восточный перевод, версия для Таджикистана - Когда Исо выходил из ворот храма, один из учеников сказал Ему: – Учитель! Посмотри, какие камни! Какие здания!
- La Bible du Semeur 2015 - Comme Jésus sortait du Temple, un de ses disciples lui dit : Regarde, Maître, quelles belles pierres ! Quel édifice magnifique !
- リビングバイブル - イエスが宮から出ようとしておられた時、弟子の一人が言いました。「先生。これはまあ、なんと美しい建物でしょう。なんと見事な石でしょう。」
- Nestle Aland 28 - Καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ· διδάσκαλε, ἴδε ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί.
- Nova Versão Internacional - Quando ele estava saindo do templo, um de seus discípulos lhe disse: “Olha, Mestre! Que pedras enormes! Que construções magníficas!”
- Hoffnung für alle - Als Jesus den Tempel verließ, zeigte einer seiner Jünger begeistert auf die Tempelbauten: »Lehrer, sieh dir diese Steine und diese gewaltigen Bauwerke an!«
- Kinh Thánh Hiện Đại - Khi Chúa Giê-xu bước ra khỏi Đền Thờ, một môn đệ thưa: “Thầy xem, Đền Thờ này thật tráng lệ, trang trí toàn đá quý cả!”
- พระคริสตธรรมคัมภีร์ไทย ฉบับอมตธรรมร่วมสมัย - ขณะพระเยซูเสด็จออกจากพระวิหาร สาวกคนหนึ่งทูลพระองค์ว่า “ดูสิ พระอาจารย์! หินก้อนมหึมาทั้งนั้น! ช่างเป็นอาคารที่งามตระการตายิ่งนัก!”
- พระคัมภีร์ ฉบับแปลใหม่ - ขณะที่พระเยซูกำลังออกไปจากพระวิหาร สาวกของพระองค์คนหนึ่งพูดกับพระองค์ว่า “อาจารย์ ดูเถิดว่าหินและตึกช่างใหญ่มหึมาอะไรเช่นนี้”
交叉引用
- Luke 21:5 - καί τινων λεγόντων περὶ τοῦ ἱεροῦ, ὅτι λίθοις καλοῖς καὶ ἀναθέμασιν κεκόσμηται, εἶπεν,
- Luke 21:6 - ταῦτα ἃ θεωρεῖτε, ἐλεύσονται ἡμέραι ἐν αἷς οὐκ ἀφεθήσεται λίθος ἐπὶ λίθῳ, ὃς οὐ καταλυθήσεται.
- Luke 21:7 - ἐπηρώτησαν δὲ αὐτὸν λέγοντες, Διδάσκαλε, πότε οὖν ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα γίνεσθαι?
- Luke 21:8 - ὁ δὲ εἶπεν, βλέπετε μὴ πλανηθῆτε; πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες, ἐγώ εἰμι, καί, ὁ καιρὸς ἤγγικεν. μὴ πορευθῆτε ὀπίσω αὐτῶν.
- Luke 21:9 - ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας, μὴ πτοηθῆτε; δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον, ἀλλ’ οὐκ εὐθέως τὸ τέλος.
- Luke 21:10 - τότε ἔλεγεν αὐτοῖς, ἐγερθήσεται ἔθνος ἐπ’ ἔθνος, καὶ βασιλεία ἐπὶ βασιλείαν;
- Luke 21:11 - σεισμοί τε μεγάλοι, καὶ κατὰ τόπους, λιμοὶ καὶ λοιμοὶ ἔσονται; φόβηθρά τε καὶ σημεῖα ἀπ’ οὐρανοῦ μεγάλα ἔσται.
- Luke 21:12 - πρὸ δὲ τούτων πάντων, ἐπιβαλοῦσιν ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσιν, παραδιδόντες εἰς τὰς συναγωγὰς καὶ φυλακάς, ἀπαγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου.
- Luke 21:13 - ἀποβήσεται ὑμῖν εἰς μαρτύριον.
- Luke 21:14 - θέτε οὖν ἐν ταῖς καρδίαις ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι;
- Luke 21:15 - ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντιστῆναι ἢ ἀντειπεῖν, πάντες οἱ ἀντικείμενοι ὑμῖν.
- Luke 21:16 - παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ ἀδελφῶν, καὶ συγγενῶν, καὶ φίλων; καὶ θανατώσουσιν ἐξ ὑμῶν.
- Luke 21:17 - καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου.
- Luke 21:18 - καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν, οὐ μὴ ἀπόληται.
- Luke 21:19 - ἐν τῇ ὑπομονῇ ὑμῶν, κτήσασθε τὰς ψυχὰς ὑμῶν.
- Luke 21:20 - ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων Ἰερουσαλήμ, τότε γνῶτε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς.
- Luke 21:21 - τότε οἱ ἐν τῇ Ἰουδαίᾳ, φευγέτωσαν εἰς τὰ ὄρη; καὶ οἱ ἐν μέσῳ αὐτῆς, ἐκχωρείτωσαν; καὶ οἱ ἐν ταῖς χώραις, μὴ εἰσερχέσθωσαν εἰς αὐτήν;
- Luke 21:22 - ὅτι ἡμέραι ἐκδικήσεως αὗταί εἰσιν τοῦ πλησθῆναι πάντα τὰ γεγραμμένα.
- Luke 21:23 - οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις; ἔσται γὰρ ἀνάγκη μεγάλη ἐπὶ τῆς γῆς, καὶ ὀργὴ τῷ λαῷ τούτῳ.
- Luke 21:24 - καὶ πεσοῦνται στόματι μαχαίρης, καὶ αἰχμαλωτισθήσονται εἰς τὰ ἔθνη πάντα; καὶ Ἰερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν, ἄχρι οὗ πληρωθῶσιν καιροὶ ἐθνῶν.
- Luke 21:25 - καὶ ἔσονται σημεῖα ἐν ἡλίῳ, καὶ σελήνῃ, καὶ ἄστροις; καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν, ἐν ἀπορίᾳ ἤχους θαλάσσης καὶ σάλου,
- Luke 21:26 - ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ; αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται.
- Luke 21:27 - καὶ τότε ὄψονται τὸν Υἱὸν τοῦ Ἀνθρώπου, ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως καὶ δόξης πολλῆς.
- Luke 21:28 - ἀρχομένων δὲ τούτων γίνεσθαι, ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν, διότι ἐγγίζει ἡ ἀπολύτρωσις ὑμῶν.
- Luke 21:29 - καὶ εἶπεν παραβολὴν αὐτοῖς: ἴδετε τὴν συκῆν καὶ πάντα τὰ δένδρα;
- Luke 21:30 - ὅταν προβάλωσιν ἤδη, βλέποντες ἀφ’ ἑαυτῶν, γινώσκετε ὅτι ἤδη ἐγγὺς τὸ θέρος ἐστίν.
- Luke 21:31 - οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἡ Βασιλεία τοῦ Θεοῦ.
- Luke 21:32 - ἀμὴν, λέγω ὑμῖν, ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη, ἕως ἂν πάντα γένηται.
- Luke 21:33 - ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρελεύσονται.
- Luke 21:34 - προσέχετε δὲ ἑαυτοῖς, μήποτε βαρηθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κρεπάλῃ, καὶ μέθῃ, καὶ μερίμναις βιωτικαῖς; καὶ ἐπιστῇ ἐφ’ ὑμᾶς αἰφνίδιος ἡ ἡμέρα ἐκείνη
- Luke 21:35 - ὡς παγίς; ἐπεισελεύσεται γὰρ ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς.
- Luke 21:36 - ἀγρυπνεῖτε δὲ ἐν παντὶ καιρῷ, δεόμενοι ἵνα κατισχύσητε ἐκφυγεῖν ταῦτα πάντα τὰ μέλλοντα γίνεσθαι, καὶ σταθῆναι ἔμπροσθεν τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου.
- Matthew 24:1 - καὶ ἐξελθὼν ὁ Ἰησοῦς ἀπὸ τοῦ ἱεροῦ, ἐπορεύετο καὶ προσῆλθον οἱ μαθηταὶ αὐτοῦ, ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομὰς τοῦ ἱεροῦ.
- Matthew 24:2 - ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, οὐ βλέπετε ταῦτα πάντα? ἀμὴν, λέγω ὑμῖν, οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον, ὃς οὐ καταλυθήσεται.
- Matthew 24:3 - καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ Ὄρους τῶν Ἐλαιῶν, προσῆλθον αὐτῷ οἱ μαθηταὶ κατ’ ἰδίαν λέγοντες, εἰπὲ ἡμῖν πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας, καὶ συντελείας τοῦ αἰῶνος?
- Matthew 24:4 - καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, βλέπετε μή τις ὑμᾶς πλανήσῃ.
- Matthew 24:5 - πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες, ἐγώ εἰμι ὁ Χριστός; καὶ πολλοὺς πλανήσουσιν.
- Matthew 24:6 - μελλήσετε δὲ ἀκούειν πολέμους, καὶ ἀκοὰς πολέμων. ὁρᾶτε, μὴ θροεῖσθε; δεῖ γὰρ γενέσθαι, ἀλλ’ οὔπω ἐστὶν τὸ τέλος.
- Matthew 24:7 - ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος, καὶ βασιλεία ἐπὶ βασιλείαν; καὶ ἔσονται λιμοὶ καὶ σεισμοὶ κατὰ τόπους.
- Matthew 24:8 - πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων.
- Matthew 24:9 - τότε παραδώσουσιν ὑμᾶς εἰς θλῖψιν, καὶ ἀποκτενοῦσιν ὑμᾶς; καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων τῶν ἐθνῶν, διὰ τὸ ὄνομά μου.
- Matthew 24:10 - καὶ τότε σκανδαλισθήσονται πολλοὶ, καὶ ἀλλήλους παραδώσουσιν καὶ μισήσουσιν ἀλλήλους;
- Matthew 24:11 - καὶ πολλοὶ ψευδοπροφῆται ἐγερθήσονται καὶ πλανήσουσιν πολλούς;
- Matthew 24:12 - καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν.
- Matthew 24:13 - ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
- Matthew 24:14 - καὶ κηρυχθήσεται τοῦτο τὸ εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ, εἰς μαρτύριον πᾶσιν τοῖς ἔθνεσιν, καὶ τότε ἥξει τὸ τέλος.
- Matthew 24:15 - ὅταν οὖν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως, τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου, ἑστὸς ἐν τόπῳ ἁγίῳ (ὁ ἀναγινώσκων νοείτω),
- Matthew 24:16 - τότε οἱ ἐν τῇ Ἰουδαίᾳ, φευγέτωσαν εἰς τὰ ὄρη;
- Matthew 24:17 - ὁ ἐπὶ τοῦ δώματος, μὴ καταβάτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ;
- Matthew 24:18 - καὶ ὁ ἐν τῷ ἀγρῷ, μὴ ἐπιστρεψάτω ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ.
- Matthew 24:19 - οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις, καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις.
- Matthew 24:20 - προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος, μηδὲ Σαββάτῳ.
- Matthew 24:21 - ἔσται γὰρ τότε θλῖψις μεγάλη, οἵα οὐ γέγονεν ἀπ’ ἀρχῆς κόσμου ἕως τοῦ νῦν, οὐδ’ οὐ μὴ γένηται.
- Matthew 24:22 - καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ, διὰ δὲ τοὺς ἐκλεκτοὺς, κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι.
- Matthew 24:23 - τότε ἐάν τις ὑμῖν εἴπῃ, ἰδοὺ, ὧδε ὁ Χριστός, ἤ ὧδε, μὴ πιστεύσητε.
- Matthew 24:24 - ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσιν σημεῖα μεγάλα καὶ τέρατα, ὥστε πλανῆσαι εἰ δυνατὸν καὶ τοὺς ἐκλεκτούς.
- Matthew 24:25 - ἰδοὺ, προείρηκα ὑμῖν.
- Matthew 24:26 - ἐὰν οὖν εἴπωσιν ὑμῖν, ἰδοὺ, ἐν τῇ ἐρήμῳ ἐστίν, μὴ ἐξέλθητε. ἰδοὺ, ἐν τοῖς ταμείοις, μὴ πιστεύσητε.
- Matthew 24:27 - ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται ἡ παρουσία τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου.
- Matthew 24:28 - ὅπου ἐὰν ᾖ τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί.
- Matthew 24:29 - εὐθέως δὲ μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων, ὁ ἥλιος σκοτισθήσεται καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες πεσοῦνται ἀπὸ τοῦ οὐρανοῦ, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται.
- Matthew 24:30 - καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου ἐν οὐρανῷ, καὶ τότε κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ ὄψονται τὸν Υἱὸν τοῦ Ἀνθρώπου, ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς.
- Matthew 24:31 - καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος μεγάλης, καὶ ἐπισυνάξουσιν τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ’ ἄκρων οὐρανῶν ἕως ἄκρων αὐτῶν.
- Matthew 24:32 - ἀπὸ δὲ τῆς συκῆς, μάθετε τὴν παραβολήν: ὅταν ἤδη ὁ κλάδος αὐτῆς γένηται ἁπαλὸς καὶ τὰ φύλλα ἐκφύῃ, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος.
- Matthew 24:33 - οὕτως καὶ ὑμεῖς ὅταν ἴδητε ταῦτα, πάντα γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.
- Matthew 24:34 - ἀμὴν, λέγω ὑμῖν, ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη, ἕως ἂν πάντα ταῦτα γένηται.
- Matthew 24:35 - ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν.
- Matthew 24:36 - περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν, οὐδὲ ὁ Υἱός, εἰ μὴ ὁ Πατὴρ μόνος.
- Matthew 24:37 - ὥσπερ γὰρ αἱ ἡμέραι τοῦ Νῶε, οὕτως ἔσται ἡ παρουσία τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου.
- Matthew 24:38 - ὡς γὰρ ἦσαν ἐν ταῖς ἡμέραις ταῖς πρὸ τοῦ κατακλυσμοῦ, τρώγοντες καὶ πίνοντες, γαμοῦντες καὶ γαμίζοντες, ἄχρι ἧς ἡμέρας εἰσῆλθεν, Νῶε εἰς τὴν κιβωτόν.
- Matthew 24:39 - καὶ οὐκ ἔγνωσαν, ἕως ἦλθεν ὁ κατακλυσμὸς καὶ ἦρεν ἅπαντας; οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου.
- Matthew 24:40 - τότε ἔσονται δύο ἐν τῷ ἀγρῷ; εἷς παραλαμβάνεται, καὶ εἷς ἀφίεται.
- Matthew 24:41 - δύο ἀλήθουσαι ἐν τῷ μύλῳ; μία παραλαμβάνεται, καὶ μία ἀφίεται.
- Matthew 24:42 - γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ἡμέρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται.
- Matthew 24:43 - ἐκεῖνο δὲ γινώσκετε, ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης, ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν, καὶ οὐκ ἂν εἴασεν διορυχθῆναι τὴν οἰκίαν αὐτοῦ.
- Matthew 24:44 - διὰ τοῦτο καὶ, ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ οὐ δοκεῖτε ὥρᾳ, ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἔρχεται.
- Matthew 24:45 - τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος, ὃν κατέστησεν ὁ κύριος ἐπὶ τῆς οἰκετείας αὐτοῦ, τοῦ δοῦναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ?
- Matthew 24:46 - μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει οὕτως ποιοῦντα.
- Matthew 24:47 - ἀμὴν, λέγω ὑμῖν, ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ, καταστήσει αὐτόν.
- Matthew 24:48 - ἐὰν δὲ εἴπῃ ὁ κακὸς δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, χρονίζει μου ὁ κύριος,
- Matthew 24:49 - καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους αὐτοῦ, ἐσθίῃ δὲ καὶ πίνῃ μετὰ τῶν μεθυόντων,
- Matthew 24:50 - ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ, καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει,
- Matthew 24:51 - καὶ διχοτομήσει αὐτὸν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει; ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.