逐节对照
- Nestle Aland 28 - Καὶ παράγων ὁ Ἰησοῦς ἐκεῖθεν εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον, Μαθθαῖον λεγόμενον, καὶ λέγει αὐτῷ· ἀκολούθει μοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.
- 新标点和合本 - 耶稣从那里往前走,看见一个人名叫马太,坐在税关上,就对他说:“你跟从我来。”他就起来跟从了耶稣。
- 和合本2010(上帝版-简体) - 耶稣从那里往前走,看见一个人名叫马太,在税关坐着,就对他说:“来跟从我!”他就起来跟从耶稣。
- 和合本2010(神版-简体) - 耶稣从那里往前走,看见一个人名叫马太,在税关坐着,就对他说:“来跟从我!”他就起来跟从耶稣。
- 当代译本 - 耶稣离开那里往前走,看见一个名叫马太的人坐在收税站里,便对他说:“跟从我!”马太就站起来跟从了耶稣。
- 圣经新译本 - 耶稣从那里往前走,看见一个人,名叫马太,坐在税关那里,就对他说:“来跟从我!”他就起来跟从了耶稣。
- 中文标准译本 - 耶稣从那里往前走,看见一个叫马太的人在税关坐着。耶稣对他说:“你跟从我!”马太就站起来,跟从了耶稣。
- 现代标点和合本 - 耶稣从那里往前走,看见一个人,名叫马太,坐在税关上,就对他说:“你跟从我来!”他就起来跟从了耶稣。
- 和合本(拼音版) - 耶稣从那里往前走,看见一个人名叫马太,坐在税关上,就对他说:“你跟从我来。”他就起来,跟从了耶稣。
- New International Version - As Jesus went on from there, he saw a man named Matthew sitting at the tax collector’s booth. “Follow me,” he told him, and Matthew got up and followed him.
- New International Reader's Version - As Jesus went on from there, he saw a man named Matthew. He was sitting at the tax collector’s booth. “Follow me,” Jesus told him. Matthew got up and followed him.
- English Standard Version - As Jesus passed on from there, he saw a man called Matthew sitting at the tax booth, and he said to him, “Follow me.” And he rose and followed him.
- New Living Translation - As Jesus was walking along, he saw a man named Matthew sitting at his tax collector’s booth. “Follow me and be my disciple,” Jesus said to him. So Matthew got up and followed him.
- The Message - Passing along, Jesus saw a man at his work collecting taxes. His name was Matthew. Jesus said, “Come along with me.” Matthew stood up and followed him.
- Christian Standard Bible - As Jesus went on from there, he saw a man named Matthew sitting at the tax office, and he said to him, “Follow me,” and he got up and followed him.
- New American Standard Bible - As Jesus went on from there, He saw a man called Matthew sitting in the tax collector’s office; and He *said to him, “Follow Me!” And he got up and followed Him.
- New King James Version - As Jesus passed on from there, He saw a man named Matthew sitting at the tax office. And He said to him, “Follow Me.” So he arose and followed Him.
- Amplified Bible - As Jesus went on from there, He saw a man named Matthew (Levi) sitting in the tax collector’s booth; and He said to him, “Follow Me [as My disciple, accepting Me as your Master and Teacher and walking the same path of life that I walk].” And Matthew got up and followed Him.
- American Standard Version - And as Jesus passed by from thence, he saw a man, called Matthew, sitting at the place of toll: and he saith unto him, Follow me. And he arose, and followed him.
- King James Version - And as Jesus passed forth from thence, he saw a man, named Matthew, sitting at the receipt of custom: and he saith unto him, Follow me. And he arose, and followed him.
- New English Translation - As Jesus went on from there, he saw a man named Matthew sitting at the tax booth. “Follow me,” he said to him. And he got up and followed him.
- World English Bible - As Jesus passed by from there, he saw a man called Matthew sitting at the tax collection office. He said to him, “Follow me.” He got up and followed him.
- 新標點和合本 - 耶穌從那裏往前走,看見一個人名叫馬太,坐在稅關上,就對他說:「你跟從我來。」他就起來跟從了耶穌。
- 和合本2010(上帝版-繁體) - 耶穌從那裏往前走,看見一個人名叫馬太,在稅關坐着,就對他說:「來跟從我!」他就起來跟從耶穌。
- 和合本2010(神版-繁體) - 耶穌從那裏往前走,看見一個人名叫馬太,在稅關坐着,就對他說:「來跟從我!」他就起來跟從耶穌。
- 當代譯本 - 耶穌離開那裡往前走,看見一個名叫馬太的人坐在收稅站裡,便對他說:「跟從我!」馬太就站起來跟從了耶穌。
- 聖經新譯本 - 耶穌從那裡往前走,看見一個人,名叫馬太,坐在稅關那裡,就對他說:“來跟從我!”他就起來跟從了耶穌。
- 呂振中譯本 - 耶穌從那裏往前走,看見一個人名叫 馬太 、在稅關上坐着,就對他說:『你跟從我』;他就起來跟從耶穌。
- 中文標準譯本 - 耶穌從那裡往前走,看見一個叫馬太的人在稅關坐著。耶穌對他說:「你跟從我!」馬太就站起來,跟從了耶穌。
- 現代標點和合本 - 耶穌從那裡往前走,看見一個人,名叫馬太,坐在稅關上,就對他說:「你跟從我來!」他就起來跟從了耶穌。
- 文理和合譯本 - 耶穌由此而往、見有名馬太者、坐於稅關、謂之曰、從我、遂起從之、
- 文理委辦譯本 - 耶穌由是而往、見一人、名馬太、坐於稅關、謂之曰、從我、遂起、從之、
- 施約瑟淺文理新舊約聖經 - 耶穌由此而往、見一人、名 瑪太 、坐於稅關、謂之曰、從我、遂起而從之、
- 吳經熊文理聖詠與新經全集 - 耶穌他適、途中見一人、坐稅關、名 瑪竇 、召之曰:『從予。』即起而從之。
- Nueva Versión Internacional - Al irse de allí, Jesús vio a un hombre llamado Mateo, sentado a la mesa de recaudación de impuestos. «Sígueme», le dijo. Mateo se levantó y lo siguió.
- 현대인의 성경 - 예수님이 그 곳을 떠나가시다가 마태라는 사람이 세관에 앉아 있는 것을 보시고 그에게 “나를 따라오너라” 하시자 그가 일어나 예수님을 따랐다.
- Новый Русский Перевод - Когда Иисус шел оттуда, Он увидел человека по имени Матфей, сидевшего на месте сбора таможенных пошлин. – Следуй за Мной, – сказал ему Иисус. Тот встал и пошел за Ним.
- Восточный перевод - Когда Иса шёл оттуда, Он увидел человека по имени Матай, сидевшего на месте сбора таможенных пошлин. – Следуй за Мной, – сказал ему Иса. Тот встал и пошёл за Ним.
- Восточный перевод, версия с «Аллахом» - Когда Иса шёл оттуда, Он увидел человека по имени Матай, сидевшего на месте сбора таможенных пошлин. – Следуй за Мной, – сказал ему Иса. Тот встал и пошёл за Ним.
- Восточный перевод, версия для Таджикистана - Когда Исо шёл оттуда, Он увидел человека по имени Матто, сидевшего на месте сбора таможенных пошлин. – Следуй за Мной, – сказал ему Исо. Тот встал и пошёл за Ним.
- La Bible du Semeur 2015 - Jésus s’en alla. En passant, il vit un homme installé au poste de péage. Son nom était Matthieu. Il lui dit : Suis-moi ! Matthieu se leva et le suivit.
- リビングバイブル - イエスはそこを去り、道を進んで行かれました。途中、マタイという取税人が取税所に座っていたので、「来なさい。わたしの弟子になりなさい」と声をおかけになると、マタイはすぐ立ち上がり、あとについて行きました。
- unfoldingWord® Greek New Testament - καὶ παράγων ὁ Ἰησοῦς ἐκεῖθεν, εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον Μαθθαῖον λεγόμενον, καὶ λέγει αὐτῷ. ἀκολούθει μοι. καὶ ἀναστὰς, ἠκολούθησεν αὐτῷ.
- Nova Versão Internacional - Saindo, Jesus viu um homem chamado Mateus, sentado na coletoria, e disse-lhe: “Siga-me”. Mateus levantou-se e o seguiu.
- Hoffnung für alle - Als Jesus weiterging, sah er einen Mann am Zoll sitzen. Er hieß Matthäus. Jesus forderte ihn auf: »Komm, folge mir nach!« Sofort stand Matthäus auf und ging mit ihm.
- Kinh Thánh Hiện Đại - Trên đường đi, Chúa Giê-xu thấy Ma-thi-ơ đang làm việc tại sở thu thuế. Chúa gọi: “Con hãy theo Ta!” Ma-thi-ơ liền đứng dậy theo Ngài.
- พระคริสตธรรมคัมภีร์ไทย ฉบับอมตธรรมร่วมสมัย - เมื่อพระเยซูเสด็จจากที่นั่น พระองค์ทรงเห็นชายคนหนึ่งชื่อ มัทธิวนั่งอยู่ที่ด่านเก็บภาษี จึงตรัสกับเขาว่า “จงตามเรามา” มัทธิวก็ลุกขึ้นติดตามพระองค์ไป
- พระคัมภีร์ ฉบับแปลใหม่ - ขณะที่พระเยซูไปจากที่นั่น พระองค์เห็นชายคนหนึ่งชื่อมัทธิว กำลังนั่งอยู่ที่ด่านเก็บภาษี จึงกล่าวกับเขาว่า “จงติดตามเรามาเถิด” เขาก็ลุกขึ้นและติดตามพระองค์ไป
交叉引用
- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 1:13 - καὶ ὅτε εἰσῆλθον, εἰς τὸ ὑπερῷον ἀνέβησαν οὗ ἦσαν καταμένοντες, ὅ τε Πέτρος καὶ Ἰωάννης καὶ Ἰάκωβος καὶ Ἀνδρέας, Φίλιππος καὶ Θωμᾶς, Βαρθολομαῖος καὶ Μαθθαῖος, Ἰάκωβος Ἁλφαίου καὶ Σίμων ὁ ζηλωτὴς καὶ Ἰούδας Ἰακώβου.
- ΚΑΤΑ ΛΟΥΚΑΝ 15:1 - Ἦσαν δὲ αὐτῷ ἐγγίζοντες πάντες οἱ τελῶναι καὶ οἱ ἁμαρτωλοὶ ἀκούειν αὐτοῦ.
- ΚΑΤΑ ΛΟΥΚΑΝ 15:2 - καὶ διεγόγγυζον οἵ τε Φαρισαῖοι καὶ οἱ γραμματεῖς λέγοντες ὅτι οὗτος ἁμαρτωλοὺς προσδέχεται καὶ συνεσθίει αὐτοῖς.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:31 - τίς ἐκ τῶν δύο ἐποίησεν τὸ θέλημα τοῦ πατρός; λέγουσιν· ὁ πρῶτος. λέγει αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ θεοῦ.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:32 - ἦλθεν γὰρ Ἰωάννης πρὸς ὑμᾶς ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ, οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ· ὑμεῖς δὲ ἰδόντες οὐδὲ μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῷ.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 4:18 - Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 4:19 - καὶ λέγει αὐτοῖς· δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 4:20 - οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 4:21 - καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν καταρτίζοντας τὰ δίκτυα αὐτῶν, καὶ ἐκάλεσεν αὐτούς.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 4:22 - οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ.
- ΠΡΟΣ ΓΑΛΑΤΑΣ 1:16 - ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοί, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι
- ΚΑΤΑ ΛΟΥΚΑΝ 6:15 - καὶ Μαθθαῖον καὶ Θωμᾶν καὶ Ἰάκωβον Ἁλφαίου καὶ Σίμωνα τὸν καλούμενον ζηλωτὴν
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:3 - Φίλιππος καὶ Βαρθολομαῖος, Θωμᾶς καὶ Μαθθαῖος ὁ τελώνης, Ἰάκωβος ὁ τοῦ Ἁλφαίου καὶ Θαδδαῖος,
- ΚΑΤΑ ΜΑΡΚΟΝ 3:18 - καὶ Ἀνδρέαν καὶ Φίλιππον καὶ Βαρθολομαῖον καὶ Μαθθαῖον καὶ Θωμᾶν καὶ Ἰάκωβον τὸν τοῦ Ἁλφαίου καὶ Θαδδαῖον καὶ Σίμωνα τὸν Καναναῖον
- ΚΑΤΑ ΛΟΥΚΑΝ 19:2 - Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος, καὶ αὐτὸς ἦν ἀρχιτελώνης καὶ αὐτὸς πλούσιος·
- ΚΑΤΑ ΛΟΥΚΑΝ 19:3 - καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστιν καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου, ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν.
- ΚΑΤΑ ΛΟΥΚΑΝ 19:4 - καὶ προδραμὼν εἰς τὸ ἔμπροσθεν ἀνέβη ἐπὶ συκομορέαν ἵνα ἴδῃ αὐτὸν ὅτι ἐκείνης ἤμελλεν διέρχεσθαι.
- ΚΑΤΑ ΛΟΥΚΑΝ 19:5 - καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτόν· Ζακχαῖε, σπεύσας κατάβηθι, σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι.
- ΚΑΤΑ ΛΟΥΚΑΝ 19:6 - καὶ σπεύσας κατέβη καὶ ὑπεδέξατο αὐτὸν χαίρων.
- ΚΑΤΑ ΛΟΥΚΑΝ 19:7 - καὶ ἰδόντες πάντες διεγόγγυζον λέγοντες ὅτι παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθεν καταλῦσαι.
- ΚΑΤΑ ΛΟΥΚΑΝ 19:8 - σταθεὶς δὲ Ζακχαῖος εἶπεν πρὸς τὸν κύριον· ἰδοὺ τὰ ἡμίσιά μου τῶν ὑπαρχόντων, κύριε, τοῖς πτωχοῖς δίδωμι, καὶ εἴ τινός τι ἐσυκοφάντησα ἀποδίδωμι τετραπλοῦν.
- ΚΑΤΑ ΛΟΥΚΑΝ 19:9 - εἶπεν δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς ὅτι σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν·
- ΚΑΤΑ ΛΟΥΚΑΝ 19:10 - ἦλθεν γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.
- ΚΑΤΑ ΜΑΡΚΟΝ 2:14 - Καὶ παράγων εἶδεν Λευὶν τὸν τοῦ Ἁλφαίου καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ· ἀκολούθει μοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.
- ΚΑΤΑ ΜΑΡΚΟΝ 2:15 - Καὶ γίνεται κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ· ἦσαν γὰρ πολλοὶ καὶ ἠκολούθουν αὐτῷ.
- ΚΑΤΑ ΜΑΡΚΟΝ 2:16 - καὶ οἱ γραμματεῖς τῶν Φαρισαίων ἰδόντες ὅτι ἐσθίει μετὰ τῶν ἁμαρτωλῶν καὶ τελωνῶν ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ· ὅτι μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει;
- ΚΑΤΑ ΜΑΡΚΟΝ 2:17 - καὶ ἀκούσας ὁ Ἰησοῦς λέγει αὐτοῖς [ὅτι] οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλ’ οἱ κακῶς ἔχοντες· οὐκ ἦλθον καλέσαι δικαίους ἀλλ’ ἁμαρτωλούς.
- ΚΑΤΑ ΜΑΡΚΟΝ 2:18 - Καὶ ἦσαν οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ Φαρισαῖοι νηστεύοντες. καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ· διὰ τί οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ μαθηταὶ τῶν Φαρισαίων νηστεύουσιν, οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσιν;
- ΚΑΤΑ ΜΑΡΚΟΝ 2:19 - καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετ’ αὐτῶν ἐστιν νηστεύειν; ὅσον χρόνον ἔχουσιν τὸν νυμφίον μετ’ αὐτῶν οὐ δύνανται νηστεύειν.
- ΚΑΤΑ ΜΑΡΚΟΝ 2:20 - ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ’ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.
- ΚΑΤΑ ΜΑΡΚΟΝ 2:21 - Οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιράπτει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μή, αἴρει τὸ πλήρωμα ἀπ’ αὐτοῦ τὸ καινὸν τοῦ παλαιοῦ καὶ χεῖρον σχίσμα γίνεται.
- ΚΑΤΑ ΜΑΡΚΟΝ 2:22 - καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή, ῥήξει ὁ οἶνος τοὺς ἀσκοὺς καὶ ὁ οἶνος ἀπόλλυται καὶ οἱ ἀσκοί· ἀλλ’ οἶνον νέον εἰς ἀσκοὺς καινούς.
- ΚΑΤΑ ΛΟΥΚΑΝ 5:27 - Καὶ μετὰ ταῦτα ἐξῆλθεν καὶ ἐθεάσατο τελώνην ὀνόματι Λευὶν καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ εἶπεν αὐτῷ· ἀκολούθει μοι.
- ΚΑΤΑ ΛΟΥΚΑΝ 5:28 - καὶ καταλιπὼν πάντα ἀναστὰς ἠκολούθει αὐτῷ.
- ΚΑΤΑ ΛΟΥΚΑΝ 5:29 - Καὶ ἐποίησεν δοχὴν μεγάλην Λευὶς αὐτῷ ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ ἦν ὄχλος πολὺς τελωνῶν καὶ ἄλλων οἳ ἦσαν μετ’ αὐτῶν κατακείμενοι.
- ΚΑΤΑ ΛΟΥΚΑΝ 5:30 - καὶ ἐγόγγυζον οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς αὐτῶν πρὸς τοὺς μαθητὰς αὐτοῦ λέγοντες· διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίετε καὶ πίνετε;
- ΚΑΤΑ ΛΟΥΚΑΝ 5:31 - καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτούς· οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ ἀλλ’ οἱ κακῶς ἔχοντες·
- ΚΑΤΑ ΛΟΥΚΑΝ 5:32 - οὐκ ἐλήλυθα καλέσαι δικαίους ἀλλ’ ἁμαρτωλοὺς εἰς μετάνοιαν.
- ΚΑΤΑ ΛΟΥΚΑΝ 5:33 - Οἱ δὲ εἶπαν πρὸς αὐτόν· οἱ μαθηταὶ Ἰωάννου νηστεύουσιν πυκνὰ καὶ δεήσεις ποιοῦνται ὁμοίως καὶ οἱ τῶν Φαρισαίων, οἱ δὲ σοὶ ἐσθίουσιν καὶ πίνουσιν.
- ΚΑΤΑ ΛΟΥΚΑΝ 5:34 - ὁ δὲ Ἰησοῦς εἶπεν πρὸς αὐτούς· μὴ δύνασθε τοὺς υἱοὺς τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετ’ αὐτῶν ἐστιν ποιῆσαι νηστεῦσαι;
- ΚΑΤΑ ΛΟΥΚΑΝ 5:35 - ἐλεύσονται δὲ ἡμέραι, καὶ ὅταν ἀπαρθῇ ἀπ’ αὐτῶν ὁ νυμφίος, τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις.
- ΚΑΤΑ ΛΟΥΚΑΝ 5:36 - Ἔλεγεν δὲ καὶ παραβολὴν πρὸς αὐτοὺς ὅτι οὐδεὶς ἐπίβλημα ἀπὸ ἱματίου καινοῦ σχίσας ἐπιβάλλει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μή γε, καὶ τὸ καινὸν σχίσει καὶ τῷ παλαιῷ οὐ συμφωνήσει τὸ ἐπίβλημα τὸ ἀπὸ τοῦ καινοῦ.
- ΚΑΤΑ ΛΟΥΚΑΝ 5:37 - καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή γε, ῥήξει ὁ οἶνος ὁ νέος τοὺς ἀσκοὺς καὶ αὐτὸς ἐκχυθήσεται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται·
- ΚΑΤΑ ΛΟΥΚΑΝ 5:38 - ἀλλ’ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον.