逐节对照
- Nestle Aland 28 - Καὶ ἐξελθὼν ὁ Ἰησοῦς ἀπὸ τοῦ ἱεροῦ ἐπορεύετο, καὶ προσῆλθον οἱ μαθηταὶ αὐτοῦ ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομὰς τοῦ ἱεροῦ.
- 新标点和合本 - 耶稣出了圣殿,正走的时候,门徒进前来,把殿宇指给他看。
- 和合本2010(上帝版-简体) - 耶稣出了圣殿,正离开的时候,门徒前来,把圣殿的建筑指给他看。
- 和合本2010(神版-简体) - 耶稣出了圣殿,正离开的时候,门徒前来,把圣殿的建筑指给他看。
- 当代译本 - 耶稣离开圣殿,正往外走的时候,门徒上前把圣殿建筑指给祂看。
- 圣经新译本 - 耶稣出了圣殿,往前走的时候,门徒前来把圣殿的建筑指给他看。
- 中文标准译本 - 耶稣从圣殿出来,往前走的时候,他的门徒们上前来,把圣殿的建筑指给他看。
- 现代标点和合本 - 耶稣出了圣殿,正走的时候,门徒进前来,把殿宇指给他看。
- 和合本(拼音版) - 耶稣出了圣殿,正走的时候,门徒进前来,把殿宇指给他看。
- New International Version - Jesus left the temple and was walking away when his disciples came up to him to call his attention to its buildings.
- New International Reader's Version - Jesus left the temple. He was walking away when his disciples came up to him. They wanted to call his attention to the temple buildings.
- English Standard Version - Jesus left the temple and was going away, when his disciples came to point out to him the buildings of the temple.
- New Living Translation - As Jesus was leaving the Temple grounds, his disciples pointed out to him the various Temple buildings.
- The Message - Jesus then left the Temple. As he walked away, his disciples pointed out how very impressive the Temple architecture was. Jesus said, “You’re not impressed by all this sheer size, are you? The truth of the matter is that there’s not a stone in that building that is not going to end up in a pile of rubble.”
- Christian Standard Bible - As Jesus left and was going out of the temple, his disciples came up and called his attention to its buildings.
- New American Standard Bible - Jesus left the temple area and was going on His way when His disciples came up to point out the temple buildings to Him.
- New King James Version - Then Jesus went out and departed from the temple, and His disciples came up to show Him the buildings of the temple.
- Amplified Bible - Jesus left the temple area and was going on His way when His disciples came up to Him to call His attention to the [magnificent and massive] buildings of the temple.
- American Standard Version - And Jesus went out from the temple, and was going on his way; and his disciples came to him to show him the buildings of the temple.
- King James Version - And Jesus went out, and departed from the temple: and his disciples came to him for to shew him the buildings of the temple.
- New English Translation - Now as Jesus was going out of the temple courts and walking away, his disciples came to show him the temple buildings.
- World English Bible - Jesus went out from the temple, and was going on his way. His disciples came to him to show him the buildings of the temple.
- 新標點和合本 - 耶穌出了聖殿,正走的時候,門徒進前來,把殿宇指給他看。
- 和合本2010(上帝版-繁體) - 耶穌出了聖殿,正離開的時候,門徒前來,把聖殿的建築指給他看。
- 和合本2010(神版-繁體) - 耶穌出了聖殿,正離開的時候,門徒前來,把聖殿的建築指給他看。
- 當代譯本 - 耶穌離開聖殿,正往外走的時候,門徒上前把聖殿建築指給祂看。
- 聖經新譯本 - 耶穌出了聖殿,往前走的時候,門徒前來把聖殿的建築指給他看。
- 呂振中譯本 - 耶穌從殿裏出來,正走路的時候,門徒上前來,把殿的建築指給他看。
- 中文標準譯本 - 耶穌從聖殿出來,往前走的時候,他的門徒們上前來,把聖殿的建築指給他看。
- 現代標點和合本 - 耶穌出了聖殿,正走的時候,門徒進前來,把殿宇指給他看。
- 文理和合譯本 - 耶穌出殿、途間門徒就焉、以殿宇示之、
- 文理委辦譯本 - 耶穌出殿、門徒就焉、以殿宇指與耶穌觀之、
- 施約瑟淺文理新舊約聖經 - 耶穌出聖殿行時、門徒就焉、以殿宇指與耶穌觀之、
- 吳經熊文理聖詠與新經全集 - 耶穌甫出殿、門徒就之於途、欲其一眺殿宇、
- Nueva Versión Internacional - Jesús salió del templo y, mientras caminaba, se le acercaron sus discípulos y le mostraron los edificios del templo.
- 현대인의 성경 - 예수님이 성전에서 나가실 때 제자들이 와서 예수님께 성전 건물을 보 이려고 하자
- Новый Русский Перевод - Когда Иисус выходил из храма, к Нему подошли ученики, которые хотели показать Ему здания храма.
- Восточный перевод - Когда Иса, выйдя из храма, уже уходил, к Нему подошли ученики, которые хотели обратить Его внимание на здания храма.
- Восточный перевод, версия с «Аллахом» - Когда Иса, выйдя из храма, уже уходил, к Нему подошли ученики, которые хотели обратить Его внимание на здания храма.
- Восточный перевод, версия для Таджикистана - Когда Исо, выйдя из храма, уже уходил, к Нему подошли ученики, которые хотели обратить Его внимание на здания храма.
- La Bible du Semeur 2015 - Là-dessus, Jésus quitta la cour du Temple. Tandis qu’il s’éloignait, ses disciples s’approchèrent pour lui faire remarquer l’architecture du Temple.
- リビングバイブル - イエスが神殿の庭から出ようとしておられると、弟子たちが近寄って来て、「この神殿は、たいそうりっぱですね」と言いました。
- unfoldingWord® Greek New Testament - καὶ ἐξελθὼν ὁ Ἰησοῦς ἀπὸ τοῦ ἱεροῦ, ἐπορεύετο καὶ προσῆλθον οἱ μαθηταὶ αὐτοῦ, ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομὰς τοῦ ἱεροῦ.
- Nova Versão Internacional - Jesus saiu do templo e, enquanto caminhava, seus discípulos aproximaram-se dele para lhe mostrar as construções do templo.
- Hoffnung für alle - Jesus verließ den Tempel und wandte sich zum Gehen. Da kamen seine Jünger und wollten ihm die riesigen Ausmaße der Tempelanlage zeigen.
- Kinh Thánh Hiện Đại - Chúa Giê-xu bước ra khỏi Đền Thờ, các môn đệ lại gần, xin Ngài xem các công trình kiến trúc Đền Thờ.
- พระคริสตธรรมคัมภีร์ไทย ฉบับอมตธรรมร่วมสมัย - ขณะพระเยซูทรงดำเนินออกจากพระวิหาร เหล่าสาวกเข้ามาหาพระองค์ ชวนให้พระองค์ชมอาคารต่างๆ ในบริเวณพระวิหาร
- พระคัมภีร์ ฉบับแปลใหม่ - แล้วพระเยซูก็ออกไปจากพระวิหาร ขณะที่กำลังเดินไปอยู่นั้น เหล่าสาวกของพระองค์ได้ชี้ตึกในบริเวณพระวิหารให้พระองค์ดู
交叉引用
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:23 - Καὶ ἐλθόντος αὐτοῦ εἰς τὸ ἱερὸν προσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγοντες· ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; καὶ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην;
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 2:20 - εἶπαν οὖν οἱ Ἰουδαῖοι· τεσσεράκοντα καὶ ἓξ ἔτεσιν οἰκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν;
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:5 - Καί τινων λεγόντων περὶ τοῦ ἱεροῦ ὅτι λίθοις καλοῖς καὶ ἀναθήμασιν κεκόσμηται εἶπεν·
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:6 - ταῦτα ἃ θεωρεῖτε ἐλεύσονται ἡμέραι ἐν αἷς οὐκ ἀφεθήσεται λίθος ἐπὶ λίθῳ ὃς οὐ καταλυθήσεται.
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:7 - Ἐπηρώτησαν δὲ αὐτὸν λέγοντες· διδάσκαλε, πότε οὖν ταῦτα ἔσται καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα γίνεσθαι;
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:8 - ὁ δὲ εἶπεν· βλέπετε μὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες· ἐγώ εἰμι, καί· ὁ καιρὸς ἤγγικεν. μὴ πορευθῆτε ὀπίσω αὐτῶν.
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:9 - ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας, μὴ πτοηθῆτε· δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον, ἀλλ’ οὐκ εὐθέως τὸ τέλος.
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:10 - Τότε ἔλεγεν αὐτοῖς· ἐγερθήσεται ἔθνος ἐπ’ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν,
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:11 - σεισμοί τε μεγάλοι καὶ κατὰ τόπους λιμοὶ καὶ λοιμοὶ ἔσονται, φόβητρά τε καὶ ἀπ’ οὐρανοῦ σημεῖα μεγάλα ἔσται.
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:12 - Πρὸ δὲ τούτων πάντων ἐπιβαλοῦσιν ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσιν, παραδιδόντες εἰς τὰς συναγωγὰς καὶ φυλακάς, ἀπαγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου·
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:13 - ἀποβήσεται ὑμῖν εἰς μαρτύριον.
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:14 - θέτε οὖν ἐν ταῖς καρδίαις ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι·
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:15 - ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν ᾗ οὐ δυνήσονται ἀντιστῆναι ἢ ἀντειπεῖν ἅπαντες οἱ ἀντικείμενοι ὑμῖν.
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:16 - παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων, καὶ θανατώσουσιν ἐξ ὑμῶν,
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:17 - καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου.
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:18 - καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται.
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:19 - ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:20 - Ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων Ἰερουσαλήμ, τότε γνῶτε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς.
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:21 - τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη καὶ οἱ ἐν μέσῳ αὐτῆς ἐκχωρείτωσαν καὶ οἱ ἐν ταῖς χώραις μὴ εἰσερχέσθωσαν εἰς αὐτήν,
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:22 - ὅτι ἡμέραι ἐκδικήσεως αὗταί εἰσιν τοῦ πλησθῆναι πάντα τὰ γεγραμμένα.
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:23 - οὐαὶ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις· ἔσται γὰρ ἀνάγκη μεγάλη ἐπὶ τῆς γῆς καὶ ὀργὴ τῷ λαῷ τούτῳ,
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:24 - καὶ πεσοῦνται στόματι μαχαίρης καὶ αἰχμαλωτισθήσονται εἰς τὰ ἔθνη πάντα, καὶ Ἰερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν, ἄχρι οὗ πληρωθῶσιν καιροὶ ἐθνῶν.
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:25 - Καὶ ἔσονται σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις, καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν ἐν ἀπορίᾳ ἤχους θαλάσσης καὶ σάλου,
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:26 - ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ, αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται.
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:27 - καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως καὶ δόξης πολλῆς.
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:28 - ἀρχομένων δὲ τούτων γίνεσθαι ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν, διότι ἐγγίζει ἡ ἀπολύτρωσις ὑμῶν.
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:29 - Καὶ εἶπεν παραβολὴν αὐτοῖς· ἴδετε τὴν συκῆν καὶ πάντα τὰ δένδρα·
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:30 - ὅταν προβάλωσιν ἤδη, βλέποντες ἀφ’ ἑαυτῶν γινώσκετε ὅτι ἤδη ἐγγὺς τὸ θέρος ἐστίν·
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:31 - οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἡ βασιλεία τοῦ θεοῦ.
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:32 - ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα γένηται.
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:33 - ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρελεύσονται.
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:34 - Προσέχετε δὲ ἑαυτοῖς μήποτε βαρηθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς καὶ ἐπιστῇ ἐφ’ ὑμᾶς αἰφνίδιος ἡ ἡμέρα ἐκείνη
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:35 - ὡς παγίς· ἐπεισελεύσεται γὰρ ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς.
- ΚΑΤΑ ΛΟΥΚΑΝ 21:36 - ἀγρυπνεῖτε δὲ ἐν παντὶ καιρῷ δεόμενοι ἵνα κατισχύσητε ἐκφυγεῖν ταῦτα πάντα τὰ μέλλοντα γίνεσθαι καὶ σταθῆναι ἔμπροσθεν τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 23:39 - λέγω γὰρ ὑμῖν, οὐ μή με ἴδητε ἀπ’ ἄρτι ἕως ἂν εἴπητε· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου.
- ΚΑΤΑ ΜΑΡΚΟΝ 13:1 - Καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ· διδάσκαλε, ἴδε ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί.
- ΚΑΤΑ ΜΑΡΚΟΝ 13:2 - καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς; οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον ὃς οὐ μὴ καταλυθῇ.
- ΚΑΤΑ ΜΑΡΚΟΝ 13:3 - Καὶ καθημένου αὐτοῦ εἰς τὸ ὄρος τῶν ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ ἐπηρώτα αὐτὸν κατ’ ἰδίαν Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας·
- ΚΑΤΑ ΜΑΡΚΟΝ 13:4 - εἰπὸν ἡμῖν, πότε ταῦτα ἔσται καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα συντελεῖσθαι πάντα;
- ΚΑΤΑ ΜΑΡΚΟΝ 13:5 - Ὁ δὲ Ἰησοῦς ἤρξατο λέγειν αὐτοῖς· βλέπετε μή τις ὑμᾶς πλανήσῃ·
- ΚΑΤΑ ΜΑΡΚΟΝ 13:6 - πολλοὶ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ὅτι ἐγώ εἰμι, καὶ πολλοὺς πλανήσουσιν.
- ΚΑΤΑ ΜΑΡΚΟΝ 13:7 - ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· δεῖ γενέσθαι, ἀλλ’ οὔπω τὸ τέλος.
- ΚΑΤΑ ΜΑΡΚΟΝ 13:8 - ἐγερθήσεται γὰρ ἔθνος ἐπ’ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, ἔσονται σεισμοὶ κατὰ τόπους, ἔσονται λιμοί· ἀρχὴ ὠδίνων ταῦτα.
- ΚΑΤΑ ΜΑΡΚΟΝ 13:9 - Βλέπετε δὲ ὑμεῖς ἑαυτούς· παραδώσουσιν ὑμᾶς εἰς συνέδρια καὶ εἰς συναγωγὰς δαρήσεσθε καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς.
- ΚΑΤΑ ΜΑΡΚΟΝ 13:10 - καὶ εἰς πάντα τὰ ἔθνη πρῶτον δεῖ κηρυχθῆναι τὸ εὐαγγέλιον.
- ΚΑΤΑ ΜΑΡΚΟΝ 13:11 - καὶ ὅταν ἄγωσιν ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί λαλήσητε, ἀλλ’ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τοῦτο λαλεῖτε· οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες ἀλλὰ τὸ πνεῦμα τὸ ἅγιον.
- ΚΑΤΑ ΜΑΡΚΟΝ 13:12 - Καὶ παραδώσει ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς·
- ΚΑΤΑ ΜΑΡΚΟΝ 13:13 - καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται.
- ΚΑΤΑ ΜΑΡΚΟΝ 13:14 - Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως ἑστηκότα ὅπου οὐ δεῖ, ὁ ἀναγινώσκων νοείτω, τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη,
- ΚΑΤΑ ΜΑΡΚΟΝ 13:15 - ὁ [δὲ] ἐπὶ τοῦ δώματος μὴ καταβάτω μηδὲ εἰσελθάτω ἆραί τι ἐκ τῆς οἰκίας αὐτοῦ,
- ΚΑΤΑ ΜΑΡΚΟΝ 13:16 - καὶ ὁ εἰς τὸν ἀγρὸν μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ.
- ΚΑΤΑ ΜΑΡΚΟΝ 13:17 - οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις.
- ΚΑΤΑ ΜΑΡΚΟΝ 13:18 - προσεύχεσθε δὲ ἵνα μὴ γένηται χειμῶνος·
- ΚΑΤΑ ΜΑΡΚΟΝ 13:19 - ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλῖψις οἵα οὐ γέγονεν τοιαύτη ἀπ’ ἀρχῆς κτίσεως ἣν ἔκτισεν ὁ θεὸς ἕως τοῦ νῦν καὶ οὐ μὴ γένηται.
- ΚΑΤΑ ΜΑΡΚΟΝ 13:20 - καὶ εἰ μὴ ἐκολόβωσεν κύριος τὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· ἀλλὰ διὰ τοὺς ἐκλεκτοὺς οὓς ἐξελέξατο ἐκολόβωσεν τὰς ἡμέρας.
- ΚΑΤΑ ΜΑΡΚΟΝ 13:21 - Καὶ τότε ἐάν τις ὑμῖν εἴπῃ· ἴδε ὧδε ὁ χριστός, ἴδε ἐκεῖ, μὴ πιστεύετε·
- ΚΑΤΑ ΜΑΡΚΟΝ 13:22 - ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσιν σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾶν, εἰ δυνατόν, τοὺς ἐκλεκτούς.
- ΚΑΤΑ ΜΑΡΚΟΝ 13:23 - ὑμεῖς δὲ βλέπετε· προείρηκα ὑμῖν πάντα.
- ΚΑΤΑ ΜΑΡΚΟΝ 13:24 - Ἀλλ’ ἐν ἐκείναις ταῖς ἡμέραις μετὰ τὴν θλῖψιν ἐκείνην ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς,
- ΚΑΤΑ ΜΑΡΚΟΝ 13:25 - καὶ οἱ ἀστέρες ἔσονται ἐκ τοῦ οὐρανοῦ πίπτοντες, καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται.
- ΚΑΤΑ ΜΑΡΚΟΝ 13:26 - καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς καὶ δόξης.
- ΚΑΤΑ ΜΑΡΚΟΝ 13:27 - καὶ τότε ἀποστελεῖ τοὺς ἀγγέλους καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς [αὐτοῦ] ἐκ τῶν τεσσάρων ἀνέμων ἀπ’ ἄκρου γῆς ἕως ἄκρου οὐρανοῦ.
- ΚΑΤΑ ΜΑΡΚΟΝ 13:28 - Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν ἤδη ὁ κλάδος αὐτῆς ἁπαλὸς γένηται καὶ ἐκφύῃ τὰ φύλλα, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν·
- ΚΑΤΑ ΜΑΡΚΟΝ 13:29 - οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.
- ΚΑΤΑ ΜΑΡΚΟΝ 13:30 - Ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη μέχρις οὗ ταῦτα πάντα γένηται.
- ΚΑΤΑ ΜΑΡΚΟΝ 13:31 - ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρελεύσονται.
- ΚΑΤΑ ΜΑΡΚΟΝ 13:32 - Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι ἐν οὐρανῷ οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατήρ.
- ΚΑΤΑ ΜΑΡΚΟΝ 13:33 - Βλέπετε, ἀγρυπνεῖτε· οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν.
- ΚΑΤΑ ΜΑΡΚΟΝ 13:34 - Ὡς ἄνθρωπος ἀπόδημος ἀφεὶς τὴν οἰκίαν αὐτοῦ καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν ἑκάστῳ τὸ ἔργον αὐτοῦ καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ.
- ΚΑΤΑ ΜΑΡΚΟΝ 13:35 - γρηγορεῖτε οὖν· οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται, ἢ ὀψὲ ἢ μεσονύκτιον ἢ ἀλεκτοροφωνίας ἢ πρωΐ,
- ΚΑΤΑ ΜΑΡΚΟΝ 13:36 - μὴ ἐλθὼν ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας.
- ΚΑΤΑ ΜΑΡΚΟΝ 13:37 - ὃ δὲ ὑμῖν λέγω πᾶσιν λέγω, γρηγορεῖτε.