逐节对照
- Nestle Aland 28 - Ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ ὄχλος, καὶ ὁ λεγόμενος Ἰούδας εἷς τῶν δώδεκα προήρχετο αὐτοὺς καὶ ἤγγισεν τῷ Ἰησοῦ φιλῆσαι αὐτόν.
- 新标点和合本 - 说话之间,来了许多人。那十二个门徒里名叫犹大的,走在前头,就近耶稣,要与他亲嘴。
- 和合本2010(上帝版-简体) - 耶稣还在说话的时候,来了一群人。十二使徒之一名叫犹大的,走在前头,接近耶稣,要亲他。
- 和合本2010(神版-简体) - 耶稣还在说话的时候,来了一群人。十二使徒之一名叫犹大的,走在前头,接近耶稣,要亲他。
- 当代译本 - 耶稣还在说话的时候,十二使徒中的犹大已带着一群人赶到,他上前亲吻耶稣。
- 圣经新译本 - 耶稣还在说话的时候,来了一群人,十二门徒中的犹大走在前头,到了耶稣跟前要用嘴亲他。
- 中文标准译本 - 耶稣还在说话的时候,忽然来了一群人。十二使徒中的一个,就是那称为犹大的,走在他们前头。他靠近耶稣,要亲吻他。
- 现代标点和合本 - 说话之间,来了许多人。那十二个门徒里名叫犹大的走在前头,就近耶稣,要与他亲嘴。
- 和合本(拼音版) - 说话之间,来了许多人,那十二个门徒里名叫犹大的走在前头,就近耶稣,要与他亲嘴。
- New International Version - While he was still speaking a crowd came up, and the man who was called Judas, one of the Twelve, was leading them. He approached Jesus to kiss him,
- New International Reader's Version - While Jesus was still speaking, a crowd came up. The man named Judas was leading them. He was one of the 12 disciples. Judas approached Jesus to kiss him.
- English Standard Version - While he was still speaking, there came a crowd, and the man called Judas, one of the twelve, was leading them. He drew near to Jesus to kiss him,
- New Living Translation - But even as Jesus said this, a crowd approached, led by Judas, one of the twelve disciples. Judas walked over to Jesus to greet him with a kiss.
- The Message - No sooner were the words out of his mouth than a crowd showed up, Judas, the one from the Twelve, in the lead. He came right up to Jesus to kiss him. Jesus said, “Judas, you would betray the Son of Man with a kiss?”
- Christian Standard Bible - While he was still speaking, suddenly a mob came, and one of the Twelve named Judas was leading them. He came near Jesus to kiss him,
- New American Standard Bible - While He was still speaking, behold, a crowd came, and the one called Judas, one of the twelve, was leading the way for them; and he approached Jesus to kiss Him.
- New King James Version - And while He was still speaking, behold, a multitude; and he who was called Judas, one of the twelve, went before them and drew near to Jesus to kiss Him.
- Amplified Bible - While He was still speaking, a crowd came, and the man called Judas, one of the twelve [disciples], was leading the way for them. He approached Jesus to kiss Him.
- American Standard Version - While he yet spake, behold, a multitude, and he that was called Judas, one of the twelve, went before them; and he drew near unto Jesus to kiss him.
- King James Version - And while he yet spake, behold a multitude, and he that was called Judas, one of the twelve, went before them, and drew near unto Jesus to kiss him.
- New English Translation - While he was still speaking, suddenly a crowd appeared, and the man named Judas, one of the twelve, was leading them. He walked up to Jesus to kiss him.
- World English Bible - While he was still speaking, behold, a multitude, and he who was called Judas, one of the twelve, was leading them. He came near to Jesus to kiss him.
- 新標點和合本 - 說話之間,來了許多人。那十二個門徒裏名叫猶大的,走在前頭,就近耶穌,要與他親嘴。
- 和合本2010(上帝版-繁體) - 耶穌還在說話的時候,來了一羣人。十二使徒之一名叫猶大的,走在前頭,接近耶穌,要親他。
- 和合本2010(神版-繁體) - 耶穌還在說話的時候,來了一羣人。十二使徒之一名叫猶大的,走在前頭,接近耶穌,要親他。
- 當代譯本 - 耶穌還在說話的時候,十二使徒中的猶大已帶著一群人趕到,他上前親吻耶穌。
- 聖經新譯本 - 耶穌還在說話的時候,來了一群人,十二門徒中的猶大走在前頭,到了耶穌跟前要用嘴親他。
- 呂振中譯本 - 耶穌還說着話的時候,忽然來了一羣人,那十二人中的一個、叫 猶大 的、走在眾人前頭。他走近了耶穌那裏,要和耶穌親嘴;
- 中文標準譯本 - 耶穌還在說話的時候,忽然來了一群人。十二使徒中的一個,就是那稱為猶大的,走在他們前頭。他靠近耶穌,要親吻他。
- 現代標點和合本 - 說話之間,來了許多人。那十二個門徒裡名叫猶大的走在前頭,就近耶穌,要與他親嘴。
- 文理和合譯本 - 言時、眾至、十二徒之一、猶大者、先眾而前、就耶穌、欲吻接之、
- 文理委辦譯本 - 言時、眾至、十二門徒之一猶大、趨就耶穌、 接吻之、
- 施約瑟淺文理新舊約聖經 - 言時、眾至、十二門徒之一名 猶大 者、行於其前、就耶穌、欲與接吻、
- 吳經熊文理聖詠與新經全集 - 言末竟、而眾已至、十二徒之一名 茹答斯 者、為之先導、趨耶穌而吻之、
- Nueva Versión Internacional - Todavía estaba hablando Jesús cuando se apareció una turba, y al frente iba uno de los doce, el que se llamaba Judas. Este se acercó a Jesús para besarlo,
- 현대인의 성경 - 예수님의 말씀이 미처 끝나기도 전에 한 떼의 군중이 열두 제자 중 하나인 유다를 앞세우고 나타났다. 유다가 예수님께 가까이 와서 입을 맞추려고 하였으나
- Новый Русский Перевод - Он еще говорил, когда приблизилась толпа, во главе которой шел тот, кого звали Иудой, один из двенадцати учеников. Он подошел к Иисусу, чтобы поцеловать Его.
- Восточный перевод - Он ещё говорил, когда приблизилась толпа, во главе которой шёл тот, кого звали Иудой, один из двенадцати учеников. Он подошёл к Исе, чтобы поцеловать Его.
- Восточный перевод, версия с «Аллахом» - Он ещё говорил, когда приблизилась толпа, во главе которой шёл тот, кого звали Иудой, один из двенадцати учеников. Он подошёл к Исе, чтобы поцеловать Его.
- Восточный перевод, версия для Таджикистана - Он ещё говорил, когда приблизилась толпа, во главе которой шёл тот, кого звали Иудой, один из двенадцати учеников. Он подошёл к Исо, чтобы поцеловать Его.
- La Bible du Semeur 2015 - Il n’avait pas fini de parler, quand toute une troupe surgit. A sa tête marchait le nommé Judas, l’un des Douze. Il s’approcha de Jésus pour l’embrasser.
- リビングバイブル - こう言い終わらないうちに、十二弟子の一人ユダに先導されて、大ぜいの群衆がやって来ました。ユダはイエスに駆け寄り、さも親しげに頰に口づけのあいさつをしました。
- unfoldingWord® Greek New Testament - ἔτι αὐτοῦ λαλοῦντος, ἰδοὺ, ὄχλος καὶ ὁ λεγόμενος Ἰούδας, εἷς τῶν δώδεκα, προήρχετο αὐτούς καὶ ἤγγισεν τῷ Ἰησοῦ φιλῆσαι αὐτόν.
- Nova Versão Internacional - Enquanto ele ainda falava, apareceu uma multidão conduzida por Judas, um dos Doze. Este se aproximou de Jesus para saudá-lo com um beijo.
- Hoffnung für alle - Noch während Jesus sprach, kam eine große Gruppe Männer. Sie wurden von Judas, einem der zwölf Jünger, angeführt. Judas ging auf Jesus zu, um ihn mit einem Kuss zu begrüßen.
- Kinh Thánh Hiện Đại - Nhưng khi Chúa Giê-xu còn đang nói, một đám đông kéo tới, do Giu-đa, một trong mười hai sứ đồ dẫn đường. Giu-đa trân tráo tới gần hôn Chúa Giê-xu.
- พระคริสตธรรมคัมภีร์ไทย ฉบับอมตธรรมร่วมสมัย - พระองค์ตรัสยังไม่ทันขาดคำ มีฝูงชนกลุ่มหนึ่งเข้ามา นำโดยยูดาสหนึ่งในสาวกสิบสองคน ยูดาสเข้ามาใกล้พระเยซูเพื่อจูบพระองค์
- พระคัมภีร์ ฉบับแปลใหม่ - พระองค์ยังกล่าวไม่ทันขาดคำ ก็มีคนกลุ่มหนึ่งเดินมา และยูดาสหนึ่งในสาวกทั้งสิบสองก็กำลังเดินนำหน้ามา เขาเข้ามาใกล้เพื่อจูบแก้มพระองค์
交叉引用
- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 1:16 - ἄνδρες ἀδελφοί, ἔδει πληρωθῆναι τὴν γραφὴν ἣν προεῖπεν τὸ πνεῦμα τὸ ἅγιον διὰ στόματος Δαυὶδ περὶ Ἰούδα τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσιν Ἰησοῦν,
- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 1:17 - ὅτι κατηριθμημένος ἦν ἐν ἡμῖν καὶ ἔλαχεν τὸν κλῆρον τῆς διακονίας ταύτης.
- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 1:18 - οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκ μισθοῦ τῆς ἀδικίας καὶ πρηνὴς γενόμενος ἐλάκησεν μέσος καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ·
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:45 - τότε ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ λέγει αὐτοῖς· καθεύδετε [τὸ] λοιπὸν καὶ ἀναπαύεσθε· ἰδοὺ ἤγγικεν ἡ ὥρα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:46 - ἐγείρεσθε ἄγωμεν· ἰδοὺ ἤγγικεν ὁ παραδιδούς με.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:47 - Καὶ ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ Ἰούδας εἷς τῶν δώδεκα ἦλθεν καὶ μετ’ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:48 - ὁ δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων· ὃν ἂν φιλήσω αὐτός ἐστιν, κρατήσατε αὐτόν.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:49 - καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ εἶπεν· χαῖρε, ῥαββί, καὶ κατεφίλησεν αὐτόν.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:50 - ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· ἑταῖρε, ἐφ’ ὃ πάρει. τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν καὶ ἐκράτησαν αὐτόν.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:51 - Καὶ ἰδοὺ εἷς τῶν μετὰ Ἰησοῦ ἐκτείνας τὴν χεῖρα ἀπέσπασεν τὴν μάχαιραν αὐτοῦ καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:52 - τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· ἀπόστρεψον τὴν μάχαιράν σου εἰς τὸν τόπον αὐτῆς· πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρῃ ἀπολοῦνται.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:53 - ἢ δοκεῖς ὅτι οὐ δύναμαι παρακαλέσαι τὸν πατέρα μου, καὶ παραστήσει μοι ἄρτι πλείω δώδεκα λεγιῶνας ἀγγέλων;
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:54 - πῶς οὖν πληρωθῶσιν αἱ γραφαὶ ὅτι οὕτως δεῖ γενέσθαι;
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:55 - Ἐν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν ὁ Ἰησοῦς τοῖς ὄχλοις· ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; καθ’ ἡμέραν ἐν τῷ ἱερῷ ἐκαθεζόμην διδάσκων καὶ οὐκ ἐκρατήσατέ με.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:56 - τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν. Τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:14 - Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:15 - εἶπεν· τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:16 - καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ.
- ΚΑΤΑ ΜΑΡΚΟΝ 14:41 - Καὶ ἔρχεται τὸ τρίτον καὶ λέγει αὐτοῖς· καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε· ἀπέχει· ἦλθεν ἡ ὥρα, ἰδοὺ παραδίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν.
- ΚΑΤΑ ΜΑΡΚΟΝ 14:42 - ἐγείρεσθε ἄγωμεν· ἰδοὺ ὁ παραδιδούς με ἤγγικεν.
- ΚΑΤΑ ΜΑΡΚΟΝ 14:43 - Καὶ εὐθὺς ἔτι αὐτοῦ λαλοῦντος παραγίνεται Ἰούδας εἷς τῶν δώδεκα καὶ μετ’ αὐτοῦ ὄχλος μετὰ μαχαιρῶν καὶ ξύλων παρὰ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ τῶν πρεσβυτέρων.
- ΚΑΤΑ ΜΑΡΚΟΝ 14:44 - δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς λέγων· ὃν ἂν φιλήσω αὐτός ἐστιν, κρατήσατε αὐτὸν καὶ ἀπάγετε ἀσφαλῶς.
- ΚΑΤΑ ΜΑΡΚΟΝ 14:45 - καὶ ἐλθὼν εὐθὺς προσελθὼν αὐτῷ λέγει· ῥαββί, καὶ κατεφίλησεν αὐτόν·
- ΚΑΤΑ ΜΑΡΚΟΝ 14:46 - οἱ δὲ ἐπέβαλον τὰς χεῖρας αὐτῷ καὶ ἐκράτησαν αὐτόν.
- ΚΑΤΑ ΜΑΡΚΟΝ 14:47 - εἷς δέ [τις] τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισεν τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ ὠτάριον.
- ΚΑΤΑ ΜΑΡΚΟΝ 14:48 - Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με;
- ΚΑΤΑ ΜΑΡΚΟΝ 14:49 - καθ’ ἡμέραν ἤμην πρὸς ὑμᾶς ἐν τῷ ἱερῷ διδάσκων καὶ οὐκ ἐκρατήσατέ με· ἀλλ’ ἵνα πληρωθῶσιν αἱ γραφαί.
- ΚΑΤΑ ΜΑΡΚΟΝ 14:50 - Καὶ ἀφέντες αὐτὸν ἔφυγον πάντες.
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:3 - Εἰσῆλθεν δὲ σατανᾶς εἰς Ἰούδαν τὸν καλούμενον Ἰσκαριώτην, ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα·
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:4 - καὶ ἀπελθὼν συνελάλησεν τοῖς ἀρχιερεῦσιν καὶ στρατηγοῖς τὸ πῶς αὐτοῖς παραδῷ αὐτόν.
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:5 - καὶ ἐχάρησαν καὶ συνέθεντο αὐτῷ ἀργύριον δοῦναι.
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:6 - καὶ ἐξωμολόγησεν, καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν ἄτερ ὄχλου αὐτοῖς.
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:2 - Ἤιδει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν τὸν τόπον, ὅτι πολλάκις συνήχθη Ἰησοῦς ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ.
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:3 - ὁ οὖν Ἰούδας λαβὼν τὴν σπεῖραν καὶ ἐκ τῶν ἀρχιερέων καὶ ἐκ τῶν Φαρισαίων ὑπηρέτας ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὅπλων.
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:4 - Ἰησοῦς οὖν εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπ’ αὐτὸν ἐξῆλθεν καὶ λέγει αὐτοῖς· τίνα ζητεῖτε;
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:5 - ἀπεκρίθησαν αὐτῷ· Ἰησοῦν τὸν Ναζωραῖον. λέγει αὐτοῖς· ἐγώ εἰμι. εἱστήκει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν μετ’ αὐτῶν.
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:6 - ὡς οὖν εἶπεν αὐτοῖς· ἐγώ εἰμι, ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ ἔπεσαν χαμαί.
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:7 - Πάλιν οὖν ἐπηρώτησεν αὐτούς· τίνα ζητεῖτε; οἱ δὲ εἶπαν· Ἰησοῦν τὸν Ναζωραῖον.
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:8 - ἀπεκρίθη Ἰησοῦς· εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι. εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν·
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:9 - ἵνα πληρωθῇ ὁ λόγος ὃν εἶπεν ὅτι οὓς δέδωκάς μοι οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα.
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:10 - Σίμων οὖν Πέτρος ἔχων μάχαιραν εἵλκυσεν αὐτὴν καὶ ἔπαισεν τὸν τοῦ ἀρχιερέως δοῦλον καὶ ἀπέκοψεν αὐτοῦ τὸ ὠτάριον τὸ δεξιόν· ἦν δὲ ὄνομα τῷ δούλῳ Μάλχος.
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:11 - εἶπεν οὖν ὁ Ἰησοῦς τῷ Πέτρῳ· βάλε τὴν μάχαιραν εἰς τὴν θήκην· τὸ ποτήριον ὃ δέδωκέν μοι ὁ πατὴρ οὐ μὴ πίω αὐτό;
- ΚΑΤΑ ΜΑΡΚΟΝ 14:10 - Καὶ Ἰούδας Ἰσκαριὼθ ὁ εἷς τῶν δώδεκα ἀπῆλθεν πρὸς τοὺς ἀρχιερεῖς ἵνα αὐτὸν παραδοῖ αὐτοῖς.