逐节对照
- Nestle Aland 28 - τοῦ δόντος ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ αἰῶνος τοῦ ἐνεστῶτος πονηροῦ κατὰ τὸ θέλημα τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν,
- 新标点和合本 - 基督照我们父 神的旨意,为我们的罪舍己,要救我们脱离这罪恶的世代。
- 和合本2010(上帝版-简体) - 基督照我们父上帝的旨意,为我们的罪舍己,要救我们脱离现今这罪恶的世代。
- 和合本2010(神版-简体) - 基督照我们父 神的旨意,为我们的罪舍己,要救我们脱离现今这罪恶的世代。
- 当代译本 - 基督遵照我们父上帝的旨意为我们的罪献上了自己,好拯救我们脱离这罪恶的世代。
- 圣经新译本 - 基督照着我们父 神的旨意,曾经为我们的罪舍己,为的是要救我们脱离现在这邪恶的世代。
- 中文标准译本 - 基督照着神我们父的旨意,已经为我们的罪孽献上了自己,为要把我们从现今这邪恶的世代救出来。
- 现代标点和合本 - 基督照我们父神的旨意,为我们的罪舍己,要救我们脱离这罪恶的世代。
- 和合本(拼音版) - 基督照我们父上帝的旨意为我们的罪舍己,要救我们脱离这罪恶的世代。
- New International Version - who gave himself for our sins to rescue us from the present evil age, according to the will of our God and Father,
- New International Reader's Version - Jesus gave his life for our sins. He set us free from this evil world. That was what our God and Father wanted.
- English Standard Version - who gave himself for our sins to deliver us from the present evil age, according to the will of our God and Father,
- New Living Translation - Jesus gave his life for our sins, just as God our Father planned, in order to rescue us from this evil world in which we live.
- Christian Standard Bible - who gave himself for our sins to rescue us from this present evil age, according to the will of our God and Father.
- New American Standard Bible - who gave Himself for our sins so that He might rescue us from this present evil age, according to the will of our God and Father,
- New King James Version - who gave Himself for our sins, that He might deliver us from this present evil age, according to the will of our God and Father,
- Amplified Bible - who gave Himself [as a sacrifice to atone] for our sins [to save and sanctify us] so that He might rescue us from this present evil age, in accordance with the will and purpose and plan of our God and Father—
- American Standard Version - who gave himself for our sins, that he might deliver us out of this present evil world, according to the will of our God and Father:
- King James Version - Who gave himself for our sins, that he might deliver us from this present evil world, according to the will of God and our Father:
- New English Translation - who gave himself for our sins to rescue us from this present evil age according to the will of our God and Father,
- World English Bible - who gave himself for our sins, that he might deliver us out of this present evil age, according to the will of our God and Father—
- 新標點和合本 - 基督照我們父神的旨意,為我們的罪捨己,要救我們脫離這罪惡的世代。
- 和合本2010(上帝版-繁體) - 基督照我們父上帝的旨意,為我們的罪捨己,要救我們脫離現今這罪惡的世代。
- 和合本2010(神版-繁體) - 基督照我們父 神的旨意,為我們的罪捨己,要救我們脫離現今這罪惡的世代。
- 當代譯本 - 基督遵照我們父上帝的旨意為我們的罪獻上了自己,好拯救我們脫離這罪惡的世代。
- 聖經新譯本 - 基督照著我們父 神的旨意,曾經為我們的罪捨己,為的是要救我們脫離現在這邪惡的世代。
- 呂振中譯本 - 基督照我們的父上帝的旨意、為我們的罪、把自己獻出,要救拔我們脫離現在這邪惡的今世。
- 中文標準譯本 - 基督照著神我們父的旨意,已經為我們的罪孽獻上了自己,為要把我們從現今這邪惡的世代救出來。
- 現代標點和合本 - 基督照我們父神的旨意,為我們的罪捨己,要救我們脫離這罪惡的世代。
- 文理和合譯本 - 耶穌為我罪捐己、拯我脫此惡世、依我父上帝旨也、
- 文理委辦譯本 - 耶穌為我罪捨己、拯我脫此惡世、遵吾父上帝旨、
- 施約瑟淺文理新舊約聖經 - 耶穌遵我父天主之旨、為我眾之罪、舍己拯我儕、脫此惡世、
- 吳經熊文理聖詠與新經全集 - 耶穌秉承我天主聖父之旨、為吾人之罪而自舍其身、以脫吾人於斯邪惡之世。
- Nueva Versión Internacional - Jesucristo dio su vida por nuestros pecados para rescatarnos de este mundo malvado, según la voluntad de nuestro Dios y Padre,
- 현대인의 성경 - 그리스도께서는 우리 하나님 아버지의 뜻을 따라 우리를 이 악한 세상에서 구원하시려고 우리 죄를 위해 자기를 바치셨습니다.
- Новый Русский Перевод - Который по воле нашего Бога и Отца отдал Себя Самого за наши грехи, чтобы избавить нас от этого мира зла.
- Восточный перевод - Который по воле нашего Небесного Отца отдал Себя Самого за наши грехи, чтобы избавить нас от этого мира зла.
- Восточный перевод, версия с «Аллахом» - Который по воле нашего Небесного Отца отдал Себя Самого за наши грехи, чтобы избавить нас от этого мира зла.
- Восточный перевод, версия для Таджикистана - Который по воле нашего Небесного Отца отдал Себя Самого за наши грехи, чтобы избавить нас от этого мира зла.
- La Bible du Semeur 2015 - Christ s’est offert lui-même en sacrifice pour expier nos péchés, afin de nous délivrer du monde présent dominé par le mal : il a ainsi accompli la volonté de Dieu, notre Père,
- リビングバイブル - キリストは、父なる神のご計画どおり、私たちの罪のために死に、この悪の世界から私たちを救い出してくださいました。
- unfoldingWord® Greek New Testament - τοῦ δόντος ἑαυτὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν, ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ αἰῶνος τοῦ ἐνεστῶτος πονηροῦ, κατὰ τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν,
- Nova Versão Internacional - que se entregou a si mesmo por nossos pecados a fim de nos resgatar desta presente era perversa, segundo a vontade de nosso Deus e Pai,
- Hoffnung für alle - Er hat sein Leben für unsere Sünden hingegeben und uns davon befreit, so leben zu müssen, wie es in dieser vergänglichen, vom Bösen beherrschten Welt üblich ist. Damit erfüllte er den Willen Gottes, unseres Vaters.
- Kinh Thánh Hiện Đại - Chúa Cứu Thế đã hiến dâng mạng sống để chuộc tội chúng ta và cứu chúng ta khỏi cuộc đời gian ác hiện tại, đúng theo ý định của Đức Chúa Trời, Cha chúng ta.
- พระคริสตธรรมคัมภีร์ไทย ฉบับอมตธรรมร่วมสมัย - พระเยซูทรงสละพระองค์เองเพื่อบาปของเราทั้งหลาย ทั้งนี้เพื่อช่วยเราจากยุคอันชั่วร้ายนี้ตามพระประสงค์ของพระเจ้าและพระบิดาของเรา
- พระคัมภีร์ ฉบับแปลใหม่ - พระเยซูคริสต์ได้สละชีวิตของพระองค์เองเพื่อบาปทั้งปวงของเรา เพื่อว่าพระองค์จะได้ช่วยเราให้พ้นจากยุคปัจจุบันอันชั่วนี้ ตามความประสงค์ของพระเจ้า ผู้เป็นพระบิดาของเรา
交叉引用
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 7:9 - Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ ὄχλος πολύς, ὃν ἀριθμῆσαι αὐτὸν οὐδεὶς ἐδύνατο, ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν ἑστῶτες ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ ἀρνίου περιβεβλημένους στολὰς λευκὰς καὶ φοίνικες ἐν ταῖς χερσὶν αὐτῶν,
- ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:14 - Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ κόσμῳ.
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:38 - ὅτι καταβέβηκα ἀπὸ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με.
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:31 - νῦν κρίσις ἐστὶν τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω·
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:14 - ἐγὼ δέδωκα αὐτοῖς τὸν λόγον σου καὶ ὁ κόσμος ἐμίσησεν αὐτούς, ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου.
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:15 - οὐκ ἐρωτῶ ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ κόσμου, ἀλλ’ ἵνα τηρήσῃς αὐτοὺς ἐκ τοῦ πονηροῦ.
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:19 - Καὶ λαβὼν ἄρτον εὐχαριστήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς λέγων· τοῦτό ἐστιν τὸ σῶμά μου τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 9:14 - πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ, ὃς διὰ πνεύματος αἰωνίου ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ θεῷ, καθαριεῖ τὴν συνείδησιν ἡμῶν ἀπὸ νεκρῶν ἔργων εἰς τὸ λατρεύειν θεῷ ζῶντι.
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:11 - Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων·
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 2:5 - Οὐ γὰρ ἀγγέλοις ὑπέταξεν τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν.
- ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 1:2 - χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
- ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 1:3 - Εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ,
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:42 - Πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο λέγων· πάτερ μου, εἰ οὐ δύναται τοῦτο παρελθεῖν ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου.
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:30 - Οὐκέτι πολλὰ λαλήσω μεθ’ ὑμῶν, ἔρχεται γὰρ ὁ τοῦ κόσμου ἄρχων· καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν,
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:31 - ἀλλ’ ἵνα γνῷ ὁ κόσμος ὅτι ἀγαπῶ τὸν πατέρα, καὶ καθὼς ἐνετείλατό μοι ὁ πατήρ, οὕτως ποιῶ. ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν.
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:30 - Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ’ ἐμαυτοῦ οὐδέν· καθὼς ἀκούω κρίνω, καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με.
- ΚΑΤΑ ΜΑΡΚΟΝ 10:45 - καὶ γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:17 - Διὰ τοῦτό με ὁ πατὴρ ἀγαπᾷ ὅτι ἐγὼ τίθημι τὴν ψυχήν μου, ἵνα πάλιν λάβω αὐτήν.
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:18 - οὐδεὶς αἴρει αὐτὴν ἀπ’ ἐμοῦ, ἀλλ’ ἐγὼ τίθημι αὐτὴν ἀπ’ ἐμαυτοῦ. ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ πατρός μου.
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 10:4 - ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας.
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 10:5 - Διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει· θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι·
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 10:6 - ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας.
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 10:7 - τότε εἶπον· ἰδοὺ ἥκω, ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, τοῦ ποιῆσαι ὁ θεὸς τὸ θέλημά σου.
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 10:8 - ἀνώτερον λέγων ὅτι θυσίας καὶ προσφορὰς καὶ ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἠθέλησας οὐδὲ εὐδόκησας, αἵτινες κατὰ νόμον προσφέρονται,
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 10:9 - τότε εἴρηκεν· ἰδοὺ ἥκω τοῦ ποιῆσαι τὸ θέλημά σου. ἀναιρεῖ τὸ πρῶτον ἵνα τὸ δεύτερον στήσῃ,
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 10:10 - ἐν ᾧ θελήματι ἡγιασμένοι ἐσμὲν διὰ τῆς προσφορᾶς τοῦ σώματος Ἰησοῦ Χριστοῦ ἐφάπαξ.
- ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 1:7 - πᾶσιν τοῖς οὖσιν ἐν Ῥώμῃ ἀγαπητοῖς θεοῦ, κλητοῖς ἁγίοις, χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
- ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 8:27 - ὁ δὲ ἐραυνῶν τὰς καρδίας οἶδεν τί τὸ φρόνημα τοῦ πνεύματος, ὅτι κατὰ θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων.
- ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 8:32 - ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται;
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:9 - Οὕτως οὖν προσεύχεσθε ὑμεῖς· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς· ἁγιασθήτω τὸ ὄνομά σου·
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:42 - λέγων· πάτερ, εἰ βούλει παρένεγκε τοῦτο τὸ ποτήριον ἀπ’ ἐμοῦ· πλὴν μὴ τὸ θέλημά μου ἀλλὰ τὸ σὸν γινέσθω. ⟦
- ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 8:3 - Τὸ γὰρ ἀδύνατον τοῦ νόμου ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός, ὁ θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας κατέκρινεν τὴν ἁμαρτίαν ἐν τῇ σαρκί,
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:18 - Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν.
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:19 - εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος.
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 6:5 - καὶ καλὸν γευσαμένους θεοῦ ῥῆμα δυνάμεις τε μέλλοντος αἰῶνος
- ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:2 - καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ θεῷ εἰς ὀσμὴν εὐωδίας.
- ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:12 - ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις.
- ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 1:11 - Ἐν ᾧ καὶ ἐκληρώθημεν προορισθέντες κατὰ πρόθεσιν τοῦ τὰ πάντα ἐνεργοῦντος κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ
- ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Βʹ 2:16 - Αὐτὸς δὲ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ [ὁ] θεὸς ὁ πατὴρ ἡμῶν ὁ ἀγαπήσας ἡμᾶς καὶ δοὺς παράκλησιν αἰωνίαν καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι,
- ΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ Αʹ 2:2 - καὶ αὐτὸς ἱλασμός ἐστιν περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου.
- ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Αʹ 3:11 - Αὐτὸς δὲ ὁ θεὸς καὶ πατὴρ ἡμῶν καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς κατευθύναι τὴν ὁδὸν ἡμῶν πρὸς ὑμᾶς·
- ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Αʹ 3:18 - ὅτι καὶ Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν ἔπαθεν, δίκαιος ὑπὲρ ἀδίκων, ἵνα ὑμᾶς προσαγάγῃ τῷ θεῷ θανατωθεὶς μὲν σαρκί, ζῳοποιηθεὶς δὲ πνεύματι·
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 1:5 - καὶ ἀπὸ Ἰησοῦ Χριστοῦ, ὁ μάρτυς, ὁ πιστός, ὁ πρωτότοκος τῶν νεκρῶν καὶ ὁ ἄρχων τῶν βασιλέων τῆς γῆς. Τῷ ἀγαπῶντι ἡμᾶς καὶ λύσαντι ἡμᾶς ἐκ τῶν ἁμαρτιῶν ἡμῶν ἐν τῷ αἵματι αὐτοῦ,
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:28 - τοῦτο γάρ ἐστιν τὸ αἷμά μου τῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυννόμενον εἰς ἄφεσιν ἁμαρτιῶν.
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 5:9 - καὶ ᾄδουσιν ᾠδὴν καινὴν λέγοντες· ἄξιος εἶ λαβεῖν τὸ βιβλίον καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ, ὅτι ἐσφάγης καὶ ἠγόρασας τῷ θεῷ ἐν τῷ αἵματί σου ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους
- ΕΠΙΣΤΟΛΗ ΙΑΚΩΒΟΥ 4:4 - μοιχαλίδες, οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ θεοῦ ἐστιν; ὃς ἐὰν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ θεοῦ καθίσταται.
- ΠΡΟΣ ΤΙΤΟΝ 2:14 - ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων.
- ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 4:20 - τῷ δὲ θεῷ καὶ πατρὶ ἡμῶν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
- ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Αʹ 3:13 - εἰς τὸ στηρίξαι ὑμῶν τὰς καρδίας ἀμέμπτους ἐν ἁγιωσύνῃ ἔμπροσθεν τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ μετὰ πάντων τῶν ἁγίων αὐτοῦ[, ἀμήν].
- ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Αʹ 2:6 - ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων, τὸ μαρτύριον καιροῖς ἰδίοις.
- ΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ Αʹ 5:19 - οἴδαμεν ὅτι ἐκ τοῦ θεοῦ ἐσμεν καὶ ὁ κόσμος ὅλος ἐν τῷ πονηρῷ κεῖται.
- ΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ Αʹ 5:20 - οἴδαμεν δὲ ὅτι ὁ υἱὸς τοῦ θεοῦ ἥκει καὶ δέδωκεν ἡμῖν διάνοιαν, ἵνα γινώσκωμεν τὸν ἀληθινόν, καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ, ἐν τῷ υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. οὗτός ἐστιν ὁ ἀληθινὸς θεὸς καὶ ζωὴ αἰώνιος.
- ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 2:2 - ἐν αἷς ποτε περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας·
- ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:2 - καὶ μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ θεοῦ, τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον.
- ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Αʹ 2:24 - ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοι τῇ δικαιοσύνῃ ζήσωμεν, οὗ τῷ μώλωπι ἰάθητε.
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Βʹ 4:4 - ἐν οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσεν τὰ νοήματα τῶν ἀπίστων εἰς τὸ μὴ αὐγάσαι τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ.
- ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 4:25 - ὃς παρεδόθη διὰ τὰ παραπτώματα ἡμῶν καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν ἡμῶν.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:28 - ὥσπερ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.
- ΠΡΟΣ ΓΑΛΑΤΑΣ 2:20 - ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ θεοῦ τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ.