逐节对照
- Nestle Aland 28 - ἄνδρες ἀδελφοί, ἔδει πληρωθῆναι τὴν γραφὴν ἣν προεῖπεν τὸ πνεῦμα τὸ ἅγιον διὰ στόματος Δαυὶδ περὶ Ἰούδα τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσιν Ἰησοῦν,
- 新标点和合本 - 说:“弟兄们!圣灵藉大卫的口,在圣经上预言领人捉拿耶稣的犹大,这话是必须应验的。
- 和合本2010(上帝版-简体) - “诸位弟兄,圣经的话必须应验。圣经中,圣灵曾藉大卫的口预先说到那领人来拿耶稣的犹大;
- 和合本2010(神版-简体) - “诸位弟兄,圣经的话必须应验。圣经中,圣灵曾藉大卫的口预先说到那领人来拿耶稣的犹大;
- 当代译本 - “弟兄们,关于带人抓耶稣的犹大,圣灵借着大卫的口早已预言,这经文必须要应验。
- 圣经新译本 - “弟兄们,经上的话,就是圣灵藉着大卫的口,预言那领人捉拿耶稣的犹大的事,是一定会应验的。
- 中文标准译本 - “各位弟兄,那段经文是必须应验的,就是圣灵藉着大卫的口所预言有关犹大的事。这犹大,领人抓了耶稣;
- 现代标点和合本 - 说:“弟兄们,圣灵藉大卫的口在圣经上预言领人捉拿耶稣的犹大,这话是必须应验的。
- 和合本(拼音版) - 说:“弟兄们,圣灵藉大卫的口,在圣经上预言领人捉拿耶稣的犹大,这话是必须应验的。
- New International Version - and said, “Brothers and sisters, the Scripture had to be fulfilled in which the Holy Spirit spoke long ago through David concerning Judas, who served as guide for those who arrested Jesus.
- New International Reader's Version - Peter said, “Brothers and sisters, a long time ago the Holy Spirit spoke through David. He spoke about Judas Iscariot. What the Scripture said would happen had to come true. Judas was the guide for the men who arrested Jesus.
- English Standard Version - “Brothers, the Scripture had to be fulfilled, which the Holy Spirit spoke beforehand by the mouth of David concerning Judas, who became a guide to those who arrested Jesus.
- New Living Translation - “Brothers,” he said, “the Scriptures had to be fulfilled concerning Judas, who guided those who arrested Jesus. This was predicted long ago by the Holy Spirit, speaking through King David.
- Christian Standard Bible - “Brothers and sisters, it was necessary that the Scripture be fulfilled that the Holy Spirit through the mouth of David foretold about Judas, who became a guide to those who arrested Jesus.
- New American Standard Bible - “ Brothers, the Scripture had to be fulfilled, which the Holy Spirit foretold by the mouth of David concerning Judas, who became a guide to those who arrested Jesus.
- New King James Version - “Men and brethren, this Scripture had to be fulfilled, which the Holy Spirit spoke before by the mouth of David concerning Judas, who became a guide to those who arrested Jesus;
- Amplified Bible - “Brothers and sisters, it was necessary that the Scripture be fulfilled, which the Holy Spirit foretold by the lips of David [king of Israel] about Judas [Iscariot], who acted as guide to those who arrested Jesus.
- American Standard Version - Brethren, it was needful that the scripture should be fulfilled, which the Holy Spirit spake before by the mouth of David concerning Judas, who was guide to them that took Jesus.
- King James Version - Men and brethren, this scripture must needs have been fulfilled, which the Holy Ghost by the mouth of David spake before concerning Judas, which was guide to them that took Jesus.
- New English Translation - “Brothers, the scripture had to be fulfilled that the Holy Spirit foretold through David concerning Judas – who became the guide for those who arrested Jesus –
- World English Bible - “Brothers, it was necessary that this Scripture should be fulfilled, which the Holy Spirit spoke before by the mouth of David concerning Judas, who was guide to those who took Jesus.
- 新標點和合本 - 說:「弟兄們!聖靈藉大衛的口,在聖經上預言領人捉拿耶穌的猶大,這話是必須應驗的。
- 和合本2010(上帝版-繁體) - 「諸位弟兄,聖經的話必須應驗。聖經中,聖靈曾藉大衛的口預先說到那領人來拿耶穌的猶大;
- 和合本2010(神版-繁體) - 「諸位弟兄,聖經的話必須應驗。聖經中,聖靈曾藉大衛的口預先說到那領人來拿耶穌的猶大;
- 當代譯本 - 「弟兄們,關於帶人抓耶穌的猶大,聖靈藉著大衛的口早已預言,這經文必須要應驗。
- 聖經新譯本 - “弟兄們,經上的話,就是聖靈藉著大衛的口,預言那領人捉拿耶穌的猶大的事,是一定會應驗的。
- 呂振中譯本 - 『同人弟兄們,聖靈藉着 大衛 的口豫先說到 猶大 的那一段經、必須得應驗。這 猶大 是捉拿耶穌的人的領路者;
- 中文標準譯本 - 「各位弟兄,那段經文是必須應驗的,就是聖靈藉著大衛的口所預言有關猶大的事。這猶大,領人抓了耶穌;
- 現代標點和合本 - 說:「弟兄們,聖靈藉大衛的口在聖經上預言領人捉拿耶穌的猶大,這話是必須應驗的。
- 文理和合譯本 - 曰、兄弟乎、聖神以大衛之口預言、引人執耶穌之猶大、此經得驗、宜也、
- 文理委辦譯本 - 兄弟乎、昔聖神以大闢口、預言引執耶穌之猶大、其經已應、
- 施約瑟淺文理新舊約聖經 - 兄弟、昔聖神以 大衛 口預言引人執耶穌之 猶大 、其經應驗宜也、
- 吳經熊文理聖詠與新經全集 - 『兄弟乎!聖神假 大維 之口、預言 茹達斯 引捕耶穌、此經已見應驗;
- Nueva Versión Internacional - y les dijo: «Hermanos, tenía que cumplirse la Escritura que, por boca de David, había predicho el Espíritu Santo en cuanto a Judas, el que sirvió de guía a los que arrestaron a Jesús.
- 현대인의 성경 - “형제들이여, 예수님을 잡는 사람들의 앞잡이 노릇을 했던 유다에 대하여 성령께서 오래 전에 다윗의 입을 통해 예언하신 성경 말씀은 당연히 이루어져야 했습니다.
- Новый Русский Перевод - и сказал: – Братья, должно было исполниться Писание, где Святой Дух предсказал через Давида об Иуде, который вел тех, кто шел арестовать Иисуса.
- Восточный перевод - и сказал: – Братья, должно было исполниться Писание, где Святой Дух предсказал через царя Давуда об участи Иуды, который привёл тех, кто шёл арестовать Ису.
- Восточный перевод, версия с «Аллахом» - и сказал: – Братья, должно было исполниться Писание, где Святой Дух предсказал через царя Давуда об участи Иуды, который привёл тех, кто шёл арестовать Ису.
- Восточный перевод, версия для Таджикистана - и сказал: – Братья, должно было исполниться Писание, где Святой Дух предсказал через царя Довуда об участи Иуды, который привёл тех, кто шёл арестовать Исо.
- La Bible du Semeur 2015 - – Mes frères, dit-il, il fallait que les prophéties de l’Ecriture s’accomplissent : car le Saint-Esprit, par l’intermédiaire de David, a parlé à l’avance de Judas, qui a servi de guide à ceux qui ont arrêté Jésus.
- リビングバイブル - 「皆さん。イエスを捕らえた暴徒どもの手引きをしたユダには、聖書のことばどおりのことが起こりました。そうならなければならなかったのです。ずっと昔、聖霊によって、ダビデ王が預言したことだからです。
- unfoldingWord® Greek New Testament - ἄνδρες, ἀδελφοί, ἔδει πληρωθῆναι τὴν Γραφὴν, ἣν προεῖπε τὸ Πνεῦμα τὸ Ἅγιον διὰ στόματος Δαυεὶδ περὶ Ἰούδα, τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσιν Ἰησοῦν;
- Nova Versão Internacional - e disse: “Irmãos, era necessário que se cumprisse a Escritura que o Espírito Santo predisse por boca de Davi, a respeito de Judas, que serviu de guia aos que prenderam Jesus.
- Hoffnung für alle - »Liebe Brüder und Schwestern! Die Voraussage der Heiligen Schrift über Judas, der Jesus an seine Feinde verriet, musste sich erfüllen. Es ist so gekommen, wie es der Heilige Geist durch David vorhergesagt hat.
- Kinh Thánh Hiện Đại - “Thưa các anh em, lời Thánh Kinh phải được ứng nghiệm. Trong một bài thơ của Vua Đa-vít, Chúa Thánh Linh đã báo trước về Giu-đa, người điềm chỉ cho những người bắt Chúa Giê-xu.
- พระคริสตธรรมคัมภีร์ไทย ฉบับอมตธรรมร่วมสมัย - และกล่าวว่า “พี่น้องทั้งหลาย พระคัมภีร์ต้องเป็นจริงตามที่พระวิญญาณบริสุทธิ์ได้ตรัสไว้เมื่อนานมาแล้วผ่านพระโอษฐ์ของกษัตริย์ดาวิดเกี่ยวกับยูดาสผู้ซึ่งนำพวกเขามาจับพระเยซู
- พระคัมภีร์ ฉบับแปลใหม่ - พูดขึ้นว่า “พี่น้องทั้งหลาย เรื่องของยูดาสผู้นำคนไปจับพระเยซู ต้องเป็นไปตามที่พระคัมภีร์ระบุไว้ ดังที่พระวิญญาณบริสุทธิ์ได้กล่าวถึงโดยผ่านดาวิดนานมาแล้ว
交叉引用
- ΚΑΤΑ ΛΟΥΚΑΝ 22:47 - Ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ ὄχλος, καὶ ὁ λεγόμενος Ἰούδας εἷς τῶν δώδεκα προήρχετο αὐτοὺς καὶ ἤγγισεν τῷ Ἰησοῦ φιλῆσαι αὐτόν.
- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 15:13 - Μετὰ δὲ τὸ σιγῆσαι αὐτοὺς ἀπεκρίθη Ἰάκωβος λέγων· ἄνδρες ἀδελφοί, ἀκούσατέ μου.
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:2 - Ἤιδει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν τὸν τόπον, ὅτι πολλάκις συνήχθη Ἰησοῦς ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ.
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:3 - ὁ οὖν Ἰούδας λαβὼν τὴν σπεῖραν καὶ ἐκ τῶν ἀρχιερέων καὶ ἐκ τῶν Φαρισαίων ὑπηρέτας ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὅπλων.
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:4 - Ἰησοῦς οὖν εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπ’ αὐτὸν ἐξῆλθεν καὶ λέγει αὐτοῖς· τίνα ζητεῖτε;
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:5 - ἀπεκρίθησαν αὐτῷ· Ἰησοῦν τὸν Ναζωραῖον. λέγει αὐτοῖς· ἐγώ εἰμι. εἱστήκει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν μετ’ αὐτῶν.
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:6 - ὡς οὖν εἶπεν αὐτοῖς· ἐγώ εἰμι, ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ ἔπεσαν χαμαί.
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:7 - Πάλιν οὖν ἐπηρώτησεν αὐτούς· τίνα ζητεῖτε; οἱ δὲ εἶπαν· Ἰησοῦν τὸν Ναζωραῖον.
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:8 - ἀπεκρίθη Ἰησοῦς· εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι. εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν·
- ΚΑΤΑ ΜΑΡΚΟΝ 14:43 - Καὶ εὐθὺς ἔτι αὐτοῦ λαλοῦντος παραγίνεται Ἰούδας εἷς τῶν δώδεκα καὶ μετ’ αὐτοῦ ὄχλος μετὰ μαχαιρῶν καὶ ξύλων παρὰ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ τῶν πρεσβυτέρων.
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:28 - Μετὰ τοῦτο εἰδὼς ὁ Ἰησοῦς ὅτι ἤδη πάντα τετέλεσται, ἵνα τελειωθῇ ἡ γραφή, λέγει· διψῶ.
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:29 - σκεῦος ἔκειτο ὄξους μεστόν· σπόγγον οὖν μεστὸν τοῦ ὄξους ὑσσώπῳ περιθέντες προσήνεγκαν αὐτοῦ τῷ στόματι.
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:30 - ὅτε οὖν ἔλαβεν τὸ ὄξος [ὁ] Ἰησοῦς εἶπεν· τετέλεσται, καὶ κλίνας τὴν κεφαλὴν παρέδωκεν τὸ πνεῦμα.
- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2:23 - τοῦτον τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ θεοῦ ἔκδοτον διὰ χειρὸς ἀνόμων προσπήξαντες ἀνείλατε,
- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 13:15 - μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτοὺς λέγοντες· ἄνδρες ἀδελφοί, εἴ τίς ἐστιν ἐν ὑμῖν λόγος παρακλήσεως πρὸς τὸν λαόν, λέγετε.
- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2:37 - Ἀκούσαντες δὲ κατενύγησαν τὴν καρδίαν εἶπόν τε πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους· τί ποιήσωμεν, ἄνδρες ἀδελφοί;
- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2:29 - Ἄνδρες ἀδελφοί, ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαυὶδ ὅτι καὶ ἐτελεύτησεν καὶ ἐτάφη, καὶ τὸ μνῆμα αὐτοῦ ἔστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης.
- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2:30 - προφήτης οὖν ὑπάρχων καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ καθίσαι ἐπὶ τὸν θρόνον αὐτοῦ,
- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 2:31 - προϊδὼν ἐλάλησεν περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ ὅτι οὔτε ἐγκατελείφθη εἰς ᾅδην οὔτε ἡ σὰρξ αὐτοῦ εἶδεν διαφθοράν.
- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 4:25 - ὁ τοῦ πατρὸς ἡμῶν διὰ πνεύματος ἁγίου στόματος Δαυὶδ παιδός σου εἰπών· ἱνατί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά;
- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 4:26 - παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ.
- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 4:27 - συνήχθησαν γὰρ ἐπ’ ἀληθείας ἐν τῇ πόλει ταύτῃ ἐπὶ τὸν ἅγιον παῖδά σου Ἰησοῦν ὃν ἔχρισας, Ἡρῴδης τε καὶ Πόντιος Πιλᾶτος σὺν ἔθνεσιν καὶ λαοῖς Ἰσραήλ,
- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 4:28 - ποιῆσαι ὅσα ἡ χείρ σου καὶ ἡ βουλή [σου] προώρισεν γενέσθαι.
- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 7:2 - ὁ δὲ ἔφη· Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε. Ὁ θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαρρὰν
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:36 - ἐγένετο γὰρ ταῦτα ἵνα ἡ γραφὴ πληρωθῇ· ὀστοῦν οὐ συντριβήσεται αὐτοῦ.
- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 22:1 - Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατέ μου τῆς πρὸς ὑμᾶς νυνὶ ἀπολογίας.
- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 28:25 - ἀσύμφωνοι δὲ ὄντες πρὸς ἀλλήλους ἀπελύοντο εἰπόντος τοῦ Παύλου ῥῆμα ἕν, ὅτι καλῶς τὸ πνεῦμα τὸ ἅγιον ἐλάλησεν διὰ Ἠσαΐου τοῦ προφήτου πρὸς τοὺς πατέρας ὑμῶν
- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 1:20 - γέγραπται γὰρ ἐν βίβλῳ ψαλμῶν· γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ, καί· τὴν ἐπισκοπὴν αὐτοῦ λαβέτω ἕτερος.
- ΚΑΤΑ ΜΑΡΚΟΝ 12:36 - αὐτὸς Δαυὶδ εἶπεν ἐν τῷ πνεύματι τῷ ἁγίῳ· εἶπεν κύριος τῷ κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποκάτω τῶν ποδῶν σου.
- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 15:7 - Πολλῆς δὲ ζητήσεως γενομένης ἀναστὰς Πέτρος εἶπεν πρὸς αὐτούς· ἄνδρες ἀδελφοί, ὑμεῖς ἐπίστασθε ὅτι ἀφ’ ἡμερῶν ἀρχαίων ἐν ὑμῖν ἐξελέξατο ὁ θεὸς διὰ τοῦ στόματός μου ἀκοῦσαι τὰ ἔθνη τὸν λόγον τοῦ εὐαγγελίου καὶ πιστεῦσαι.
- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 28:17 - Ἐγένετο δὲ μετὰ ἡμέρας τρεῖς συγκαλέσασθαι αὐτὸν τοὺς ὄντας τῶν Ἰουδαίων πρώτους· συνελθόντων δὲ αὐτῶν ἔλεγεν πρὸς αὐτούς· ἐγώ, ἄνδρες ἀδελφοί, οὐδὲν ἐναντίον ποιήσας τῷ λαῷ ἢ τοῖς ἔθεσιν τοῖς πατρῴοις δέσμιος ἐξ Ἱεροσολύμων παρεδόθην εἰς τὰς χεῖρας τῶν Ῥωμαίων,
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:35 - εἰ ἐκείνους εἶπεν θεοὺς πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ γραφή,
- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 13:26 - Ἄνδρες ἀδελφοί, υἱοὶ γένους Ἀβραὰμ καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν θεόν, ἡμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ἐξαπεστάλη.
- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 13:27 - οἱ γὰρ κατοικοῦντες ἐν Ἰερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν τοῦτον ἀγνοήσαντες καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας κρίναντες ἐπλήρωσαν,
- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 13:28 - καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες ᾐτήσαντο Πιλᾶτον ἀναιρεθῆναι αὐτόν.
- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 13:29 - ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον.
- ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Βʹ 2:21 - κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης ἢ ἐπιγνοῦσιν ὑποστρέψαι ἐκ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς.
- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 13:38 - γνωστὸν οὖν ἔστω ὑμῖν, ἄνδρες ἀδελφοί, ὅτι διὰ τούτου ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται, [καὶ] ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε ἐν νόμῳ Μωϋσέως δικαιωθῆναι,
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:54 - πῶς οὖν πληρωθῶσιν αἱ γραφαὶ ὅτι οὕτως δεῖ γενέσθαι;
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:56 - τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν. Τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον.
- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 23:6 - Γνοὺς δὲ ὁ Παῦλος ὅτι τὸ ἓν μέρος ἐστὶν Σαδδουκαίων τὸ δὲ ἕτερον Φαρισαίων ἔκραζεν ἐν τῷ συνεδρίῳ· ἄνδρες ἀδελφοί, ἐγὼ Φαρισαῖός εἰμι, υἱὸς Φαρισαίων, περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν [ἐγὼ] κρίνομαι.
- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 23:1 - Ἀτενίσας δὲ ὁ Παῦλος τῷ συνεδρίῳ εἶπεν· ἄνδρες ἀδελφοί, ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι τῷ θεῷ ἄχρι ταύτης τῆς ἡμέρας.
- ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Αʹ 1:11 - ἐραυνῶντες εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς πνεῦμα Χριστοῦ προμαρτυρόμενον τὰ εἰς Χριστὸν παθήματα καὶ τὰς μετὰ ταῦτα δόξας.
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:47 - Καὶ ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ Ἰούδας εἷς τῶν δώδεκα ἦλθεν καὶ μετ’ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ.
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 3:7 - Διό, καθὼς λέγει τὸ πνεῦμα τὸ ἅγιον· σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε,
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 3:8 - μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ,
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:38 - ἵνα ὁ λόγος Ἠσαΐου τοῦ προφήτου πληρωθῇ ὃν εἶπεν· κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη;
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:39 - διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν, ὅτι πάλιν εἶπεν Ἠσαΐας·
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:40 - τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ ἐπώρωσεν αὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ νοήσωσιν τῇ καρδίᾳ καὶ στραφῶσιν, καὶ ἰάσομαι αὐτούς.
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:18 - Οὐ περὶ πάντων ὑμῶν λέγω· ἐγὼ οἶδα τίνας ἐξελεξάμην· ἀλλ’ ἵνα ἡ γραφὴ πληρωθῇ· ὁ τρώγων μου τὸν ἄρτον ἐπῆρεν ἐπ’ ἐμὲ τὴν πτέρναν αὐτοῦ.