旧约
新约
- MtΚΑΤΑ ΜΑΤΘΑΙΟΝ
- McΚΑΤΑ ΜΑΡΚΟΝ
- LΚΑΤΑ ΛΟΥΚΑΝ
- JΚΑΤΑ ΙΩΑΝΝΗΝ
- ActΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ
- RΠΡΟΣ ΡΩΜΑΙΟΥΣ
- 1KΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ
- 2KΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Βʹ
- GΠΡΟΣ ΓΑΛΑΤΑΣ
- EΠΡΟΣ ΕΦΕΣΙΟΥΣ
- PhΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ
- KolΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ
- 1ThΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Αʹ
- 2ThΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Βʹ
- 1TΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Αʹ
- 2TΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Βʹ
- TtΠΡΟΣ ΤΙΤΟΝ
- PhmΠΡΟΣ ΦΙΛΗΜΟΝΑ
- HΠΡΟΣ ΕΒΡΑΙΟΥΣ
- JcΕΠΙΣΤΟΛΗ ΙΑΚΩΒΟΥ
- 1PΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Αʹ
- 2PΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Βʹ
- 1JΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ Αʹ
- 2JΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ Βʹ
- 3JΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ Γʹ
- JdΕΠΙΣΤΟΛΗ ΙΟΥΔΑ
- ApΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ
圣经版本
设置
显示节号
显示标题
显示脚注
逐节分段
1Ὑπομίμνῃσκε αὐτοὺς ἀρχαῖς ἐξουσίαις ὑποτάσσεσθαι, πειθαρχεῖν, πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοίμους εἶναι,
2μηδένα βλασφημεῖν, ἀμάχους εἶναι, ἐπιεικεῖς, πᾶσαν ἐνδεικνυμένους πραΰτητα πρὸς πάντας ἀνθρώπους.
3Ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες, στυγητοί, μισοῦντες ἀλλήλους.
4ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη
τοῦ σωτῆρος ἡμῶν θεοῦ,
5οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ
ἃ ἐποιήσαμεν ἡμεῖς
ἀλλὰ κατὰ τὸ αὐτοῦ ἔλεος
ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας
καὶ ἀνακαινώσεως πνεύματος ἁγίου,
6οὗ ἐξέχεεν ἐφ’ ἡμᾶς πλουσίως
διὰ Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν,
7ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι
κληρονόμοι γενηθῶμεν κατ’ ἐλπίδα ζωῆς αἰωνίου.
8Πιστὸς ὁ λόγος· καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσιν καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες θεῷ· ταῦτά ἐστιν καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις.
9μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἔρεις καὶ μάχας νομικὰς περιΐστασο· εἰσὶν γὰρ ἀνωφελεῖς καὶ μάταιοι.
10αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ,
11εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἁμαρτάνει ὢν αὐτοκατάκριτος.
12Ὅταν πέμψω Ἀρτεμᾶν πρὸς σὲ ἢ Τύχικον, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν, ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι.
13Ζηνᾶν τὸν νομικὸν καὶ Ἀπολλῶν σπουδαίως πρόπεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ.
14μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι.
15Ἀσπάζονταί σε οἱ μετ’ ἐμοῦ πάντες. ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει.
Ἡ χάρις μετὰ πάντων ὑμῶν.
Nestle-Aland, Novum Testamentum Graece, 28th Revised Edition, edited by Barbara and Kurt Aland, Johannes Karavidopoulos, Carlo M. Martini, and Bruce M. Metzger in cooperation with the Institute for New Testament Textual Research, Münster/Westphalia, © 2012 Deutsche Bibelgesellschaft, Stuttgart. Used by permission.